Zephaniah 3:16
Ἐν τῷ καιρῷ ἐκείνῳ ἐρεῖ Κύριος τῇ Ἱερουσαλὴμ, θάρσει Σιὼν, μὴ παρείσθωσαν αἱ χεῖρές σου.
μετάφραση των εβδομήκοντα
In The King James Version
In that day it shall be said to Jerusalem, Fear thou not: and to Zion, Let not thine hands be slack.
In Context
Cross References
Job 4:3Εἰ γὰρ σὺ ἐνουθέτησας πολλοὺς, καὶ χεῖρας ἀσθενοῦς παρεκάλεσας,
Isaiah 35:4Παρακαλέσατε οἱ ὀλιγόψυχοι τῇ διανοίᾳ· ἰσχύσατε, μὴ φοβεῖσθε· ἰδοὺ ὁ Θεὸς ἡμῶν κρίσιν ἀνταποδίδωσι, καὶ ἀνταποδώσει, αὐτὸς ἥξει καὶ σώσει ἡμᾶς.
Isaiah 41:10Μὴ φοβοῦ, μετὰ σοῦ γάρ εἰμι, μὴ πλανῶ· ἐγὼ γάρ εἰμι ὁ Θεός σου, ὁ ἐνισχύσας σε, καὶ ἐβοήθησά σοι, καὶ ἠσφαλισάμην σε τῇ δεξιᾷ τῇ δικαίᾳ μου.
Isaiah 43:1Καὶ νῦν οὕτως λέγει Κύριος ὁ Θεὸς ὁ ποιήσας σε Ἰακὼβ, καὶ ὁ πλάσας σε Ἰσραὴλ, μὴ φοβοῦ, ὅτι ἐλυτρωσάμην σε, ἐκάλεσά σε τὸ ὄνομά σου· ἐμὸς εἶ σύ.
Isaiah 54:4Μὴ φοβοῦ, ὅτι κατῃσχύνθης, μηδὲ ἐντραπῇς, ὅτι ὠνειδίσθης, ὅτι αἰσχύνην αἰώνιον ἐπιλήσῃ, καὶ ὄνειδος τῆς χηρείας σου οὐ μὴ μνησθήσῃ ἔτι.
Haggai 2:4Καὶ νῦν κατίσχυε Ζοροβάβελ, λέγει Κύριος, καὶ κατίσχυε Ἰησοῦ ὁ τοῦ Ἰωσεδὲκ ὁ ἱερεὺς ὁ μέγας, καὶ κατισχυέτω πᾶς ὁ λαὸς τῆς γῆς, λέγει Κύριος, καὶ ποιεῖτε, διότι μεθʼ ὑμῶν ἐγώ εἰμι, λέγει Κύριος ὁ παντοκράτωρ,