1 Kings 12:13
καὶ ἀπεκρίθη ὁ βασιλεὺς πρὸς τὸν λαὸν σκληρά, καὶ ἐγκατέλιπε Ροβοὰμ τὴν βουλὴν τῶν πρεσβυτέρων, ἃ συνεβουλεύσαντο αὐτῷ,
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
And the king answered the people roughly, and forsook the old men’s counsel that they gave him;
In Context
Cross References
Genesis 42:7ἰδὼν δὲ Ἰωσὴφ τούς ἀδελφοὺς αὐτοῦ ἐπέγνω καὶ ἠλλοτριοῦτο ἀπ᾿ αὐτῶν καὶ ἐλάλησεν αὐτοῖς σκληρὰ καὶ εἶπεν αὐτοῖς· πόθεν ἥκατε; οἱ δὲ εἶπον· ἐκ γῆς Χαναὰν ἀγοράσαι βρώματα.
Exodus 5:2καὶ εἶπε Φαραώ· τίς ἐστιν οὗ εἰσακούσομαι τῆς φωνῆς αὐτοῦ, ὥστε ἐξαποστεῖλαι τοὺς υἱοὺς Ἰσραήλ; οὐκ οἶδα τὸν Κύριον καὶ τὸν Ἰσραὴλ οὐκ ἐξαποστέλλω.
Judges 12:1ΚΑΙ ἐβόησεν ἀνὴρ Ἐφραίμ, καὶ παρῆλθαν εἰς βορρᾶν καὶ εἶπαν πρὸς Ἰεφθάε· διατὶ παρῆλθες παρατάξασθαι ἐν υἱοῖς Ἀμμὼν καὶ ἡμᾶς οὐ κέκληκας πορευθῆναι μετὰ σοῦ; τὸν οἶκόν σου ἐμπρήσομεν ἐπὶ σὲ ἐν πυρί.
1 Samuel 20:30καὶ ἐθυμώθη ὀργῇ Σαοὺλ ἐπὶ Ἰωνάθαν σφόδρα καὶ εἶπεν αὐτῷ· υἱὲ κορασίων αὐτομολούντων, οὐ γὰρ οἶδα ὅτι μέτοχος εἶ σὺ τῷ υἱῷ Ἰεσσαὶ εἰς αἰσχύνην σου καὶ εἰς αἰσχύνην ἀποκαλύψεως μητρός σου;
2 Samuel 19:43καὶ ἀπεκρίθη ἀνὴρ Ἰσραὴλ τῷ ἀνδρὶ Ἰούδα καὶ εἶπε· δέκα χεῖρές μοι ἐν τῷ βασιλεῖ, καὶ πρωτότοκος ἐγὼ ἢ σύ, καί γε ἐν τῷ Δαυίδ εἰμι ὑπὲρ σέ· καὶ ἱνατί τοῦτο ὕβρισάς με καὶ οὐκ ἐλογίσθη ὁ λόγος μου πρῶτός μοι τοῦ ἐπιστρέψαι τὸν βασιλέα ἐμοί; καὶ ἐσκληρύνθη ὁ λόγος ἀνδρὸς Ἰούδα ὑπὲρ τὸν λόγον ἀνδρὸς Ἰσραήλ.
Proverbs 10:11πηγὴ ζωῆς ἐν χειρὶ δικαίου, στόμα δὲ ἀσεβοῦς καλύψει ἀπώλεια.