1 Kings 12:14
καὶ ἐλάλησε πρὸς αὐτοὺς κατὰ τὴν βουλὴν τῶν παιδαρίων λέγων· ὁ πατήρ μου ἐβάρυνε τὸν κλοιὸν ὑμῶν, κἀγὼ προσθήσω ἐπὶ τὸν κλοιὸν ὑμῶν· ὁ πατήρ μου ἐπαίδευσεν ὑμᾶς ἐν μάστιξι, κἀγὼ παιδεύσω ὑμᾶς ἐν σκορπίοις.
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
Cross References
Exodus 5:5καὶ εἶπε Φαραώ· ἰδοὺ νῦν πολυπληθεῖ ὁ λαός· μὴ οὖν καταπαύσωμεν αὐτοὺς ἀπὸ τῶν ἔργων.
1 Kings 12:10καὶ ἐλάλησαν πρὸς αὐτὸν τὰ παιδάρια τὰ ἐκτραφέντα μετ᾿ αὐτοῦ, οἱ παρεστηκότες πρὸ προσώπου αὐτοῦ λέγοντες· τάδε λαλήσεις τῷ λαῷ τούτῳ τοῖς λαλήσασι πρός σε λέγοντες· ὁ πατήρ σου ἐβάρυνε τὸν κλοιὸν ἡμῶν καὶ σὺ νῦν κούφισον ἀφ᾿ ἡμῶν, τάδε λαλήσεις πρὸς αὐτούς· ἡ μικρότης μου παχυτέρα τῆς ὀσφύος τοῦ πατρός μου·
Proverbs 5:13οὐκ ἤκουον φωνὴν παιδεύοντός με καὶ διδάσκοντός με, οὐδὲ παρέβαλλον τὸ οὖς μου·
Proverbs 13:10κακὸς μεθ᾿ ὕβρεως πράσσει κακά, οἱ δὲ ἑαυτῶν ἐπιγνώμονες σοφοί.
Proverbs 17:14ἐξουσίαν δίδωσι λόγοις ἀρχὴ δικαιοσύνης, προηγεῖται δὲ τῆς ἐνδείας στάσις καὶ μάχη.