1 Kings 15:26
καὶ ἐποίησε τὸ πονηρὸν ἐνώπιον Κυρίου καὶ ἐπορεύθη ἐν ὁδῷ τοῦ πατρὸς αὐτοῦ καὶ ἐν ταῖς ἁμαρτίαις αὐτοῦ, αἷς ἐξήμαρτε τὸν Ἰσραὴλ.
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
Cross References
Genesis 20:9καὶ ἐκάλεσεν Ἀβιμέλεχ τὸν Ἁβραάμ, καὶ εἶπεν αὐτῷ· τί τοῦτο ἐποίησας ἡμῖν; μήτι ἡμάρτομεν εἰς σέ, ὅτι ἐπήγαγες ἐπ᾿ ἐμὲ καὶ ἐπὶ τὴν βασιλείαν μου ἁμαρτίαν μεγάλην; ἔργον, ὃ οὐδεὶς ποιήσει, πεποίηκάς μοι.
1 Samuel 2:24μή, τέκνα, ὅτι οὐκ ἀγαθὴ ἡ ἀκοή, ἣν ἐγὼ ἀκούω· μὴ ποιεῖτε οὕτως, ὅτι οὐκ ἀγαθαὶ αἱ ἀκοαί, ἃς ἐγὼ ἀκούω, τοῦ μὴ δουλεύειν λαὸν Θεῷ.
1 Kings 13:33καὶ μετὰ τὸ ρῆμα τοῦτο οὐκ ἐπέστρεψεν Ἱεροβοὰμ ἀπὸ τῆς κακίας αὐτοῦ, καὶ ἐπέστρεψε καὶ ἐποίησεν ἐκ μέρους τοῦ λαοῦ ἱερεῖς ὑψηλῶν· ὁ βουλόμενος ἐπλήρου τὴν χεῖρα αὐτοῦ, καὶ ἐγίνετο ἱερεὺς εἰς τὰ ὑψηλά.
1 Kings 15:30περὶ τῶν ἁμαρτιῶν Ἱεροβοάμ, ὡς ἐξήμαρτε τὸν Ἰσραήλ, καὶ ἐν τῷ παροργισμῷ αὐτοῦ, ᾧ παρώργισε τὸν Κύριον Θεὸν τοῦ Ἰσραήλ.
1 Kings 16:7καὶ ἐν χειρὶ Ἰοὺ υἱοῦ Ἀνανὶ ἐλάλησε Κύριος ἐπὶ Βαασὰ καὶ ἐπὶ τὸν οἶκον αὐτοῦ πᾶσαν τὴν κακίαν, ἣν ἐποίησεν ἐνώπιον Κυρίου τοῦ παροργίσαι αὐτὸν ἐν τοῖς ἔργοις τῶν χειρῶν αὐτοῦ, τοῦ εἶναι κατὰ τὸν οἶκον Ἱεροβοάμ, καὶ ὑπὲρ τοῦ πατάξαι αὐτόν.
1 Kings 16:25καὶ ἐποίησεν Ἀμβρὶ τὸ πονηρὸν ἐνώπιον Κυρίου καὶ ἐπονηρεύσατο ὑπὲρ πάντας τοὺς γενομένους ἔμπροσθεν αὐτοῦ·