The Bible Software
1 Kings · Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA

1 Kings 15

1ΚΑΙ ἐν τῷ ὀκτωκαιδεκάτῳ ἔτει βασιλεύοντος Ἱεροβοὰμ υἱοῦ Ναβάτ, βασιλεύει Ἀβιοὺ υἱὸς Ροβοὰμ ἐπὶ Ἰούδαν.

2καὶ τρία ἔτη ἐβασίλευσεν ἐπὶ Ἱερουσαλήμ, καὶ ὄνομα τῆς μητρὸς αὐτοῦ Μααχά, θυγάτηρ Ἀβεσσαλώμ,

3καὶ ἐπορεύθη ἐν ταῖς ἁμαρτίαις τοῦ πατρὸς αὐτοῦ, αἷς ἐποίησεν ἐνώπιον αὐτοῦ, καὶ οὐκ ἦν ἡ καρδία αὐτοῦ τελεία μετὰ Κυρίου Θεοῦ αὐτοῦ ὡς ἡ καρδία τοῦ πατρὸς αὐτοῦ.

4ὅτι διὰ Δαυὶδ ἔδωκεν αὐτῷ Κύριος κατάλειμμα, ἵνα στήσῃ τὰ τέκνα αὐτοῦ μετ᾿ αὐτὸν καὶ στήσῃ τὴν Ἱερουσαλήμ,

5ὡς ἐποίησε Δαυὶδ τὸ εὐθὲς ἐνώπιον Κυρίου, οὐκ ἐξέκλινεν ἀπὸ πάντων, ὧν ἐνετείλατο αὐτῷ, πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτοῦ.

6

7καὶ τὰ λοιπὰ τῶν λόγων Ἀβιοὺ τὰ πάντα, ἃ ἐποίησεν, οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ἰούδα; καὶ πόλεμος ἦν ἀνὰ μέσον Ἀβιοὺ καὶ ἀνὰ μέσον Ἱεροβοάμ.

8καὶ ἐκοιμήθη Ἀβιοὺ μετὰ τῶν πατέρων αὐτοῦ ἐν τῷ εἰκοστῷ καὶ τετάρτῳ ἔτει τοῦ Ἱεροβοὰμ καὶ θάπτεται μετὰ τῶν πατέρων αὐτοῦ ἐν πόλει Δαυίδ, καὶ βασιλεύει Ἀσὰ υἱὸς αὐτοῦ ἀντ᾿ αὐτοῦ.

9Ἐν τῷ ἐνιαυτῷ τετάρτῳ καὶ εἰκοστῷ τοῦ Ἱεροβοὰμ βασιλέως Ἰσραὴλ βασιλεύει Ἀσὰ ἐπὶ Ἰούδαν

10καὶ τεσσαράκοντα καὶ ἓν ἔτος ἐβασίλευσεν ἐν Ἱερουσαλήμ, καὶ ὄνομα τῆς μητρὸς αὐτοῦ Ἀνὰ θυγάτηρ Ἀβεσσαλώμ.

11καὶ ἐποίησεν Ἀσὰ τὸ εὐθὲς ἐνώπιον Κυρίου ὡς Δαυὶδ ὁ πατὴρ αὐτοῦ.

12καὶ ἀφεῖλε τὰς τελετὰς ἀπὸ τῆς γῆς καὶ ἐξαπέστειλε πάντα τὰ ἐπιτηδεύματα, ἃ ἐποίησαν οἱ πατέρες αὐτοῦ.

13καὶ τὴν Ἀνὰ τὴν μητέρα ἑαυτοῦ μετέστησε τοῦ μὴ εἶναι ἡγουμένην, καθὼς ἐποίησε σύνοδον ἐν τῷ ἄλσει αὐτῆς, καὶ ἐξέκοψεν Ἀσὰ τὰς καταδύσεις αὐτῆς καὶ ἐνέπρησε πυρὶ ἐν τῷ χειμάρρῳ Κέδρων.

14τὰ δὲ ὑψηλὰ οὐκ ἐξῇρε· πλὴν ἡ καρδία Ἀσὰ ἦν τελεία μετὰ Κυρίου πάσας τὰς ἡμέρας αὐτοῦ.

15καὶ εἰσήνεγκε τοὺς κίονας τοῦ πατρὸς αὐτοῦ καὶ τοὺς κίονας αὐτοῦ εἰσήνεγκεν εἰς τὸν οἶκον Κυρίου, ἀργυροῦς καὶ χρυσοῦς καὶ σκεύη.

16καὶ πόλεμος ἦν ἀνὰ μέσον Ἀσὰ καὶ ἀνὰ μέσον Βαασὰ βασιλέως Ἰσραὴλ πάσας τὰς ἡμέρας αὐτῶν.

17καὶ ἀνέβη Βαασὰ βασιλεὺς Ἰσραὴλ ἐπὶ Ἰούδαν καὶ ᾠκοδόμησε τὴν Ραμὰ τοῦ μὴ εἶναι ἐκπορευόμενον καὶ εἰσπορευόμενον τῷ Ἀσὰ βασιλεῖ Ἰούδα.

18καὶ ἔλαβεν Ἀσὰ σύμπαν τὸ ἀργύριον καὶ τὸ χρυσίον τὸ εὑρεθὲν ἐν τοῖς θησαυροῖς οἴκου Κυρίου καὶ ἐν τοῖς θησαυροῖς τοῦ οἴκου τοῦ βασιλέως καὶ ἔδωκεν αὐτὰ εἰς χεῖρας παίδων αὐτοῦ, καὶ ἐξαπέστειλεν αὐτοὺς ὁ βασιλεὺς Ἀσὰ πρὸς υἱὸν Ἄδερ υἱὸν Ταβερεμμὰν υἱοῦ Ἀζὶν βασιλέως Συρίας τοῦ κατοικοῦντος ἐν Δαμασκῷ λέγων·

19διάθου διαθήκην ἀνὰ μέσον ἐμοῦ καὶ ἀνὰ μέσον σοῦ καὶ ἀνὰ μέσον τοῦ πατρός μου καὶ τοῦ πατρός σου· ἰδοὺ ἐξαπέσταλκά σοι δῶρα ἀργύριον καὶ χρυσίον, δεῦρο διασκέδασον τὴν διαθήκην σου τὴν πρὸς Βαασὰ βασιλέα Ἰσραήλ, καὶ ἀναβήσεται ἀπ᾿ ἐμοῦ.

20καὶ ἤκουσεν υἱὸς Ἄδερ τοῦ βασιλέως Ἀσὰ καὶ ἀπέστειλε τοὺς ἄρχοντας τῶν δυνάμεων αὐτοῦ ταῖς πόλεσι τοῦ Ἰσραὴλ καὶ ἐπάταξαν τὴν Ἀΐν, τὴν Δὰν καὶ τὴν Ἀβελμαὰ καὶ πᾶσαν τὴν Χεννερὲθ ἕως πάσης τῆς γῆς Νεφθαλί.

21καὶ ἐγένετο ὡς ἤκουσε Βαασά, καὶ διέλιπε τοῦ οἰκοδομεῖν τὴν Ραμὰ καὶ ἀνέστρεψεν εἰς Θερσά.

22καὶ ὁ βασιλεὺς Ἀσὰ παρήγγειλε παντὶ Ἰούδα εἰς Αἰνακίμ, καὶ αἴρουσι τοὺς λίθους τῆς Ραμὰ καὶ τὰ ξύλα αὐτῆς, ἃ ᾠκοδόμησε Βαασά, καὶ ᾠκοδόμησεν ἐν αὐτοῖς ὁ βασιλεὺς Ἀσὰ πᾶν βουνὸν Βενιαμὶν καὶ τὴν σκοπιάν.

23καὶ τὰ λοιπὰ τῶν λόγων Ἀσὰ καὶ πᾶσα ἡ δυναστεία αὐτοῦ, ἣν ἐποίησε, καὶ τὰς πόλεις, ἃς ᾠκοδόμησεν, οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐστὶν ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ἰούδα; πλὴν ἐν τῷ καιρῷ τοῦ γήρως αὐτοῦ ἐπόνεσε τοὺς πόδας αὐτοῦ.

24καὶ ἐκοιμήθη Ἀσὰ μετὰ τῶν πατέρων αὐτοῦ καὶ θάπτεται μετὰ τῶν πατέρων αὐτοῦ ἐν πόλει Δαυὶδ πατρὸς αὐτοῦ, καὶ βασιλεύει Ἰωσαφὰτ υἱὸς αὐτοῦ ἀντ᾿ αὐτοῦ.

25Καὶ Ναδὰβ υἱὸς Ἱεροβοὰμ βασιλεύει ἐπὶ Ἰσραήλ ἐν ἔτει δευτέρῳ τοῦ Ἀσὰ βασιλέως Ἰούδα καὶ ἐβασίλευσεν ἐν Ἰσραὴλ ἔτη δύο.

26καὶ ἐποίησε τὸ πονηρὸν ἐνώπιον Κυρίου καὶ ἐπορεύθη ἐν ὁδῷ τοῦ πατρὸς αὐτοῦ καὶ ἐν ταῖς ἁμαρτίαις αὐτοῦ, αἷς ἐξήμαρτε τὸν Ἰσραὴλ.

27καὶ περιεκάθισεν αὐτὸν Βαασὰ υἱὸς Ἀχιὰ ἐπὶ τὸν οἶκον Βελαὰν καὶ ἐχάραξεν αὐτὸν ἐν Γαβαθὼν τῇ τῶν ἀλλοφύλων, καὶ Ναδὰβ καὶ πᾶς Ἰσραὴλ περιεκάθητο ἐπὶ Γαβαθών.

28καὶ ἐθανάτωσεν αὐτὸν Βαασὰ ἐν ἔτει τρίτῳ τοῦ Ἀσὰ υἱοῦ Ἀβιοὺ βασιλέως Ἰούδα καὶ ἐβασίλευσεν ἀντ᾿ αὐτοῦ.

29καὶ ἐγένετο ὡς ἐβασίλευσε, καὶ ἐπάταξεν ὅλον τὸν οἶκον Ἱεροβοὰμ καὶ οὐχ ὑπελίπετο πᾶσαν πνοὴν τοῦ Ἱεροβοὰμ ἕως τοῦ ἐξολοθρεῦσαι αὐτὸν κατὰ τὸ ρῆμα Κυρίου, ὃ ἐλάλησεν ἐν χειρὶ δούλου αὐτοῦ Ἀχιὰ τοῦ Σηλωνίτου

30περὶ τῶν ἁμαρτιῶν Ἱεροβοάμ, ὡς ἐξήμαρτε τὸν Ἰσραήλ, καὶ ἐν τῷ παροργισμῷ αὐτοῦ, ᾧ παρώργισε τὸν Κύριον Θεὸν τοῦ Ἰσραήλ.

31καὶ τὰ λοιπὰ τῶν λόγων Ναδὰβ καὶ πάντα, ἃ ἐποίησεν, οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐστὶν ἐν βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ἰσραήλ;

32

33Καὶ ἐν τῷ ἔτει τῷ τρίτῳ τοῦ Ἀσὰ βασιλέως Ἰούδα βασιλεύει Βαασὰ υἱὸς Ἀχιὰ ἐπὶ Ἰσραὴλ ἐν Θερσὰ εἴκοσι καὶ τέσσαρα ἔτη.

34καὶ ἐποίησε τὸ πονηρὸν ἐνώπιον Κυρίου καὶ ἐπορεύθη ἐν ὁδῷ Ἱεροβοὰμ υἱοῦ Ναβὰτ καὶ ἐν ταῖς ἁμαρτίαις αὐτοῦ, ὡς ἐξήμαρτε τὸν Ἰσραήλ.

← 1 Kings 14Read In The App, Free →1 Kings 16 →

Study 1 Kings 15

KJVMatthew HenryJamieson-Fausset-BrownAdam ClarkeJohn WesleyJohn CalvinKeil and DelitzschScofieldFamily Bible NotesGeneva Bible Notes (1599)Reina-Valera (Español)Bíblia Portuguesa MundialLuther Bibel (Deutsch)Bible Louis Segond (Français)

All Chapters

12345678910111213141516171819202122