1 Kings 17:20
καὶ ἀνεβόησεν Ἠλιού, καὶ εἶπεν· οἴμοι, Κύριε, ὁ μάρτυς τῆς χήρας, μεθ᾿ ἧς ἐγὼ κατοικῶ μετ᾿ αὐτῆς, σὺ κεκάκωκας τοῦ θανατῶσαι τὸν υἱὸν αὐτῆς.
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
Cross References
Genesis 38:7ἐγένετο δὲ Ἢρ πρωτότοκος Ἰούδα πονηρὸς ἔναντι Κυρίου, καὶ ἀπέκτεινεν αὐτὸν ὁ Θεός.
Exodus 17:4ἐβόησε δὲ Μωυσῆς πρὸς Κύριον λέγων· τί ποιήσω τῷ λαῷ τούτῳ; ἔτι μικρὸν καὶ καταλιθοβολήσουσί με.
1 Samuel 7:8καὶ εἶπαν οἱ υἱοὶ Ἰσραὴλ πρὸς Σαμουήλ· μὴ παρασιωπήσῃς ἀφ᾿ ἡμῶν τοῦ μὴ βοᾶν πρὸς Κύριον Θεόν σου, καὶ σώσει ἡμᾶς ἐκ χειρὸς ἀλλοφύλων.
2 Kings 4:33καὶ εἰσῆλθεν Ἑλισαιὲ εἰς τὸν οἶκον καὶ ἀπέκλεισε τὴν θύραν κατὰ τῶν δύο ἑαυτῶν καὶ προσηύξατο πρὸς Κύριον·
2 Kings 19:15καὶ εἶπε· Κύριε ὁ Θεὸς Ἰσραὴλ ὁ καθήμενος ἐπὶ τῶν Χερουβίμ, σὺ εἶ ὁ Θεὸς μόνος ἐν πάσαις ταῖς βασιλείαις τῆς γῆς, σὺ ἐποίησας τὸν οὐρανὸν καὶ τὴν γῆν.
Psalms 73:13σὺ ἐκραταίωσας ἐν τῇ δυνάμει σου τὴν θάλασσαν, σὺ συνέτριψας τὰς κεφαλὰς τῶν δρακόντων ἐπὶ τοῦ ὕδατος.