The Bible Software
1 Kings · Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA

1 Kings 17

1ΚΑΙ εἶπεν Ἠλιοὺ ὁ προφήτης Θεσβίτης ὁ ἐκ Θεσβῶν τῆς Γαλαὰδ πρὸς Ἀχαάβ· ζῇ Κύριος ὁ Θεὸς τῶν δυνάμεων ὁ Θεὸς Ἰσραήλ, ᾧ παρέστην ἐνώπιον αὐτοῦ, εἰ ἔσται τὰ ἔτη ταῦτα δρόσος καὶ ὑετός, ὅτι εἰ μὴ διὰ στόματος λόγου μου.

2καὶ ἐγένετο ρῆμα Κυρίου πρὸς Ἠλιού·

3πορεύου ἐντεῦθεν κατὰ ἀνατολὰς καὶ κρύβηθι ἐν τῷ χειμάρρῳ Χορρὰθ τοῦ ἐπὶ προσώπου τοῦ Ἰορδάνου·

4καὶ ἔσται ἐκ τοῦ χειμάρρου πίεσαι ὕδωρ, καὶ τοῖς κόραξιν ἐντελοῦμαι διατρέφειν σε ἐκεῖ.

5καὶ ἐποίησεν Ἠλιοὺ κατὰ τὸ ρῆμα Κυρίου, καὶ ἐκάθισεν ἐν τῷ χειμάρρῳ Χορρὰθ ἐπὶ προσώπου τοῦ Ἰορδάνου.

6καὶ οἱ κόρακες ἔφερον αὐτῷ ἄρτους τὸ πρωΐ καὶ κρέα τὸ δείλης, καὶ ἐκ τοῦ χειμάρρου ἔπινεν ὕδωρ.

7καὶ ἐγένετο μεθ᾿ ἡμέρας καὶ ἐξηράνθη ὁ χειμάρρους, ὅτι οὐκ ἐγένετο ὑετὸς ἐπὶ τῆς γῆς.

8καὶ ἐγένετο ρῆμα Κυρίου πρὸς Ἠλιού·

9ἀνάστηθι καὶ πορεύου εἰς Σαρεπτὰ τῆς Σιδωνίας· ἰδοὺ ἐντέταλμαι ἐκεῖ γυναικὶ χήρᾳ τοῦ διατρέφειν σε.

10καὶ ἀνέστη καὶ ἐπορεύθη εἰς Σαρεπτὰ καὶ ἧλθεν εἰς τὸν πυλῶνα τῆς πόλεως, καὶ ἰδοὺ ἐκεῖ γυνὴ χήρα συνέλεγε ξύλα· καὶ ἐβόησεν ὀπίσω αὐτῆς Ἠλιοὺ καὶ εἶπεν αὐτῇ· λαβὲ δή μοι ὀλίγον ὕδωρ εἰς ἄγγος καὶ πίομαι.

11καὶ ἐπορεύθη λαβεῖν, καὶ ἐβόησεν ὀπίσω αὐτῆς Ἠλιοὺ καὶ εἶπε· λήψῃ δή μοι ψωμὸν ἄρτου τοῦ ἐν τῇ χειρί σου.

12καὶ εἶπεν ἡ γυνή· ζῇ Κύριος ὁ Θεός σου, εἰ ἔστι μοι ἐγκρυφίας ἀλλ᾿ ἢ ὅσον δρὰξ ἀλεύρου ἐν τῇ ὑδρίᾳ καὶ ὀλίγον ἔλαιον ἐν τῷ καψάκῃ· καὶ ἰδοὺ ἐγὼ συλλέξω δύο ξυλάρια καὶ εἰσελεύσομαι καὶ ποιήσω αὐτὸ ἐμαυτῇ καὶ τοῖς τέκνοις μου, καὶ φαγόμεθα καὶ ἀποθανούμεθα.

13καὶ εἶπε πρὸς αὐτὴν Ἠλιού· θάρσει, εἴσελθε καὶ ποίησον κατὰ τὸ ρῆμά σου· ἀλλὰ ποίησόν μοι ἐκεῖθεν ἐγκρυφίαν μικρὸν καὶ ἐξοίσεις μοι ἐν πρώτοις, σαυτῇ δὲ καὶ τοῖς τέκνοις σου ποιήσεις ἐπ᾿ ἐσχάτῳ·

14ὅτι τάδε λέγει Κύριος· ἡ ὑδρία τοῦ ἀλεύρου οὐκ ἐκλείψει καὶ ὁ καψάκης τοῦ ἐλαίου οὐκ ἐλαττονήσει ἕως ἡμέρας τοῦ δοῦναι Κύριον τὸν ὑετὸν ἐπὶ τῆς γῆς.

15καὶ ἐπορεύθη ἡ γυνή, καὶ ἐποίησε· καὶ ἤσθιεν αὐτὴ καὶ αὐτὸς καὶ τὰ τέκνα αὐτῆς.

16καὶ ἡ ὑδρία τοῦ ἀλεύρου οὐκ ἐξέλιπε καὶ ὁ καψάκης τοῦ ἐλαίου οὐκ ἠλαττονήθη κατὰ τὸ ρῆμα Κυρίου, ὃ ἐλάλησεν ἐν χειρὶ Ἠλιού.

17καὶ ἐγένετο μετὰ ταῦτα καὶ ἠρρώστησεν ὁ υἱὸς τῆς γυναικὸς τῆς κυρίας τοῦ οἴκου, καὶ ἦν ἡ ἀρρωστία αὐτοῦ κραταιὰ σφόδρα, ἕως οὐχ ὑπελείφθη ἐν αὐτῷ πνεῦμα.

18καὶ εἶπε πρὸς Ἠλιού· τί ἐμοὶ καὶ σοί, ἄνθρωπε τοῦ Θεοῦ; εἰσῆλθες πρός με τοῦ ἀναμνῆσαι ἀδικίας μου καὶ θανατῶσαι τὸν υἱόν μου;

19καὶ εἶπεν Ἠλιοὺ πρὸς τὴν γυναῖκα· δός μοι τὸν υἱόν σου. καὶ ἔλαβεν αὐτὸν ἐκ τοῦ κόλπου αὐτῆς καὶ ἀνήνεγκεν αὐτὸν εἰς τὸ ὑπερῷον, ἐν ᾧ αὐτὸς ἐκάθητο ἐκεῖ, καὶ ἐκοίμισεν αὐτὸν ἐπὶ τῆς κλίνης.

20καὶ ἀνεβόησεν Ἠλιού, καὶ εἶπεν· οἴμοι, Κύριε, ὁ μάρτυς τῆς χήρας, μεθ᾿ ἧς ἐγὼ κατοικῶ μετ᾿ αὐτῆς, σὺ κεκάκωκας τοῦ θανατῶσαι τὸν υἱὸν αὐτῆς.

21καὶ ἐνεφύσησε τῷ παιδαρίῳ τρὶς καὶ ἐπεκαλέσατο τὸν Κύριον καὶ εἶπε· Κύριε ὁ Θεός μου, ἐπιστραφήτω δὴ ἡ ψυχὴ τοῦ παιδαρίου τούτου εἰς αὐτόν.

22καὶ ἐγένετο οὕτως, καὶ ἀνεβόησε τὸ παιδάριον.

23καὶ κατήγαγεν αὐτὸ ἀπὸ τοῦ ὑπερῴου εἰς τὸν οἶκον καὶ ἔδωκεν αὐτὸ τῇ μητρὶ αὐτοῦ· καὶ εἶπεν Ἠλιού· βλέπε, ζῇ ὁ υἱός σου.

24καὶ εἶπεν ἡ γυνὴ πρὸς Ἠλιού· ἰδοὺ ἔγνωκα ὅτι σὺ ἄνθρωπος Θεοῦ καὶ ρῆμα Κυρίου ἐν τῷ στόματί σου ἀληθινόν.

← 1 Kings 16Read In The App, Free →1 Kings 18 →

Study 1 Kings 17

KJVMatthew HenryJamieson-Fausset-BrownAdam ClarkeJohn WesleyJohn CalvinKeil and DelitzschScofieldFamily Bible NotesGeneva Bible Notes (1599)Reina-Valera (Español)Bíblia Portuguesa MundialLuther Bibel (Deutsch)Bible Louis Segond (Français)

All Chapters

12345678910111213141516171819202122