1 Samuel 16:1
ΚΑΙ εἶπε Κύριος πρὸς Σαμουήλ· ἕως πότε σὺ πενθεῖς ἐπὶ Σαούλ, κἀγὼ ἐξουδένωκα αὐτὸν μὴ βασιλεύειν ἐπὶ Ἰσραήλ; πλῆσον τὸ κέρας σου ἐλαίου, καὶ δεῦρο ἀποστείλω σε πρὸς Ἰεσσαὶ ἕως Βηθλεέμ, ὅτι ἑώρακα ἐν τοῖς υἱοῖς αὐτοῦ ἐμοὶ βασιλέα.
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
Cross References
Genesis 49:8Ἰούδα, σὲ αἰνέσαισαν οἱ ἀδελφοί σου· αἱ χεῖρές σου ἐπὶ νώτου τῶν ἐχθρῶν σου· προσκυνήσουσί σοι οἱ υἱοὶ τοῦ πατρός σου.
1 Samuel 9:16ὡς ὁ καιρός, αὔριον ἀποστελῶ πρός σε ἄνδρα ἐκ γῆς Βενιαμίν, καὶ χρίσεις αὐτὸν εἰς ἄρχοντα ἐπὶ τὸν λαόν μου Ἰσραήλ, καὶ σώσει τὸν λαόν μου ἐκ χειρὸς ἀλλοφύλων· ὅτι ἐπέβλεψα ἐπὶ τὴν ταπείνωσιν τοῦ λαοῦ μου, ὅτι ἦλθε βοὴ αὐτῶν πρός με.
1 Samuel 13:13καὶ εἶπε Σαμουὴλ πρὸς Σαούλ· μεματαίωταί σοι, ὅτι οὐκ ἐφύλαξας τὴν ἐντολήν μου, ἣν ἐνετείλατό σοι Κύριος, ὡς νῦν ἡτοίμασε Κύριος τὴν βασιλείαν σου ἐπὶ Ἰσραὴλ ἕως αἰῶνος·
1 Samuel 15:11παρακέκλημαι ὅτι ἐβασίλευσα τὸν Σαοὺλ εἰς βασιλέα, ὅτι ἀπέστρεψεν ἀπὸ ὄπισθέν μου καὶ τοὺς λόγους μου οὐκ ἐτήρησε. καὶ ἠθύμησε Σαμουὴλ καὶ ἐβόησε πρὸς Κύριον ὅλην τὴν νύκτα.
1 Samuel 15:26καὶ εἶπε Σαμουὴλ πρὸς Σαούλ· οὐκ ἀναστρέφω μετὰ σοῦ, ὅτι ἐξουδένωσας τὸ ρῆμα Κυρίου, καί ἐξουδενώσει σε Κύριος τοῦ μὴ εἶναι βασιλέα ἐπὶ τὸν Ἰσραήλ.
1 Samuel 16:15καὶ εἶπαν οἱ παῖδες Σαοὺλ πρὸς αὐτόν· ἰδοὺ δὴ πνεῦμα Κυρίου πονηρὸν πνίγει σε·