1 Samuel 25:2
καὶ ἦν ἄνθρωπος ἐν τῇ Μαάν, καὶ τὰ ποίμνια αὐτοῦ ἐν τῷ Καρμήλῳ· καὶ ὁ ἄνθρωπος μέγας σφόδρα, καὶ τούτῳ ποίμνια τρισχίλια καὶ αἶγες χίλιαι· καὶ ἐγενήθη ἐν τῷ κείρειν τὸ ποίμνιον αὐτοῦ ἐν τῷ Καρμήλῳ.
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
Cross References
Genesis 26:13καὶ ὑψώθη ὁ ἄνθρωπος. καὶ προβαίνων μείζων ἐγίνετο, ἕως οὗ μέγας ἐγένετο σφόδρα·
Genesis 32:14αἶγας διακοσίας, τράγους εἴκοσι, πρόβατα διακόσια, κριοὺς εἴκοσι,
Joshua 15:55Μαὼρ καὶ Χερμὲλ καὶ Ὀζὶβ καὶ Ἰτὰν
1 Samuel 23:24καὶ ἀνέστησαν οἱ Ζιφαῖοι καὶ ἐπορεύθησαν ἔμπροσθεν Σαούλ· καὶ Δαυὶδ καὶ οἱ ἄνδρες αὐτοῦ ἐν τῇ ἐρήμῳ τῇ Μαὰν καθ᾿ ἑσπέραν ἐκ δεξιῶν τοῦ Ἰεσσαιμοῦν.
2 Samuel 13:23Καὶ ἐγένετο εἰς διετηρίδα ἡμερῶν καὶ ἦσαν κείροντες τῷ Ἀβεσσαλὼμ ἐν Βελασὼρ τῇ ἐχόμενα Ἐφραίμ, καὶ ἐκάλεσεν Ἀβεσσαλὼμ πάντας τοὺς υἱοὺς τοῦ βασιλέως.
Job 1:3καὶ ἦν τὰ κτήνη αὐτοῦ πρόβατα ἑπτακισχίλια, κάμηλοι τρισχίλιαι, ζεύγη βοῶν πεντακόσια, θήλειαι ὄνοι νομάδες πεντακόσιαι, καὶ ὑπηρεσία πολλὴ σφόδρα καὶ ἔργα μεγάλα ἦν αὐτῷ ἐπὶ τῆς γῆς· καὶ ἦν ὁ ἄνθρωπος ἐκεῖνος εὐγενὴς τῶν ἀφ᾿ ἡλίου ἀνατολῶν.