1 Samuel 31:2
καὶ συνάπτουσιν οἱ ἀλλόφυλοι τῷ Σαοὺλ καὶ τοῖς υἱοῖς αὐτοῦ, καὶ τύπτουσιν ἀλλόφυλοι τὸν Ἰωνάθαν καὶ τὸν Ἀμιναδὰβ καὶ τὸν Μελχισᾶ υἱοὺς Σαούλ.
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
Cross References
Exodus 20:5οὐ προσκυνήσεις αὐτοῖς, οὐδὲ μὴ λατρεύσεις αὐτοῖς· ἐγὼ γάρ εἰμι Κύριος ὁ Θεός σου, Θεὸς ζηλωτής, ἀποδιδοὺς ἁμαρτίας πατέρων ἐπὶ τέκνα, ἕως τρίτης καὶ τετάρτης γενεᾶς τοῖς μισοῦσί με
1 Samuel 13:16καὶ Σαοὺλ καὶ Ἰωνάθαν υἱὸς αὐτοῦ καὶ ὁ λαὸς οἱ εὑρεθέντες μετ᾿ αὐτῶν ἐκάθισαν ἐν Γαβαὰ Βενιαμὶν καὶ ἔκλαιον, καὶ οἱ ἀλλόφυλοι παρεμβεβλήκεισαν ἐν Μαχμάς.
1 Samuel 14:22καὶ πᾶς Ἰσραὴλ οἱ κρυπτόμενοι ἐν τῷ ὄρει Ἐφραὶμ καὶ ἤκουσαν ὅτι πεφεύγασιν οἱ ἀλλόφυλοι, καὶ συνάπτουσι καὶ αὐτοὶ ὀπίσω αὐτῶν εἰς πόλεμον.
1 Samuel 18:1[Καὶ ἐγένετο ὡς συνετέλεσε λαλῶν πρὸς Σαούλ, καὶ ἡ ψυχὴ Ἰωνάθαν συνεδέθη τῇ ψυχῇ Δαυὶδ καὶ ἠγάπησεν αὐτὸν Ἰωνάθαν κατὰ τὴν ψυχὴν αὐτοῦ.
2 Samuel 1:6καὶ εἶπε τὸ παιδάριον τὸ ἀπαγγέλλον αὐτῷ· περιπτώματι περιέπεσον ἐν τῷ ὄρει τῷ Γελβουέ, καὶ ἰδοὺ Σαοὺλ ἐπεστήρικτο ἐπὶ τὸ δόρυ αὐτοῦ, καὶ ἰδοὺ τὰ ἅρματα καὶ οἱ ἱππάρχαι συνῆψαν αὐτῷ.
1 Chronicles 8:33καὶ Νὴρ ἐγέννησε τὸν Κίς, καὶ Κὶς ἐγέννησε τὸν Σαούλ, καὶ Σαοὺλ ἐγέννησε τὸν Ἰωνάθαν καὶ τὸν Μελχισουὲ καὶ τὸν Ἀμιναδὰβ καὶ τὸν Ἀσαβάλ.