bible.software › 2 Kings › 2 Kings 17 › 2 Kings 17:5
2 Kings 17:5
καὶ ἀνέβη ὁ βασιλεὺς Ἀσσυρίων ἐν πάσῃ τῇ γῇ καὶ ἀνέβη εἰς Σαμάρειαν, καὶ ἐπολιόρκησεν ἐπ᾿ αὐτὴν τρία ἔτη.
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
Then the king of Assyria came up throughout all the land, and went up to Samaria, and besieged it three years.
In Context
4καὶ εὗρε βασιλεὺς Ἀσσυρίων ἐν τῷ Ὡσηὲ ἀδικίαν, ὅτι ἀπέστειλεν ἀγγέλους πρὸς Σηγὼρ βασιλέα Αἰγύπτου καὶ οὐκ ἤνεγκε μαναὰ τῷ βασιλεῖ Ἀσσυρίων ἐν τῷ ἐνιαυτῷ ἐκείνῳ, καὶ ἐπολιόρκησεν αὐτὸν ὁ βασιλεὺς Ἀσσυρίων καὶ ἔδησεν αὐτὸν ἐν οἴκῳ φυλακῆς.
6ἐν ἔτει ἐνάτῳ Ὡσηὲ συνέλαβε βασιλεὺς Ἀσσυρίων τὴν Σαμάρειαν καὶ ἀπῴκισεν Ἰσραὴλ εἰς Ἀσσυρίους καὶ κατῴκισεν αὐτοὺς ἐν Ἀλαὲ καὶ ἐν Ἀβὼρ ποταμοῖς Γωζάν, καὶ ὄρη Μήδων.
Read all of 2 Kings 17
Cross References
2 Kings 6:24Καὶ ἐγένετο μετὰ ταῦτα καὶ ἤθροισεν υἱὸς Ἄδερ βασιλεὺς Συρίας πᾶσαν τὴν παρεμβολὴν αὐτοῦ καὶ ἀνέβη καὶ περιεκάθισεν ἐπὶ Σαμάρειαν.
2 Kings 25:1ΚΑΙ ἐγενήθη ἐν τῷ ἔτει τῷ ἐνάτῳ τῆς βασιλείας αὐτοῦ ἐν τῷ μηνὶ τῷ δεκάτῳ ἦλθε Ναβουχοδονόσορ ὁ βασιλεὺς Βαβυλῶνος καὶ πᾶσα ἡ δύναμις αὐτοῦ ἐπὶ Ἱερουσαλὴμ καὶ παρενέβαλεν ἐπ᾿ αὐτὴν καὶ ᾠκοδόμησεν ἐπ᾿ αὐτὴν περίτειχος κύκλῳ.
This Verse In Other Editions
Study 2 Kings 17:5