2 Kings 6:24
Καὶ ἐγένετο μετὰ ταῦτα καὶ ἤθροισεν υἱὸς Ἄδερ βασιλεὺς Συρίας πᾶσαν τὴν παρεμβολὴν αὐτοῦ καὶ ἀνέβη καὶ περιεκάθισεν ἐπὶ Σαμάρειαν.
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
Cross References
Deuteronomy 28:52καὶ ἐκτρίψῃ σε ἐν ταῖς πόλεσί σου, ἕως ἂν καθαιρεθῶσι τὰ τείχη τὰ ὑψηλὰ καὶ τὰ ὀχυρά, ἐφ᾿ οἷς σὺ πέποιθας ἐπ᾿ αὐτοῖς, ἐν πάσῃ τῇ γῇ σου, καὶ θλίψει σε ἐν ταῖς πόλεσί σου, αἷς ἔδωκέ σοι.
1 Kings 22:31καὶ βασιλεὺς Συρίας ἐνετείλατο τοῖς ἄρχουσι τῶν ἁρμάτων αὐτοῦ τριάκοντα καὶ δυσὶ λέγων· μὴ πολεμεῖτε μικρὸν καὶ μέγαν, ἀλλ᾿ ἢ τὸν βασιλέα Ἰσραὴλ μονώτατον.
2 Kings 17:5καὶ ἀνέβη ὁ βασιλεὺς Ἀσσυρίων ἐν πάσῃ τῇ γῇ καὶ ἀνέβη εἰς Σαμάρειαν, καὶ ἐπολιόρκησεν ἐπ᾿ αὐτὴν τρία ἔτη.
2 Kings 25:1ΚΑΙ ἐγενήθη ἐν τῷ ἔτει τῷ ἐνάτῳ τῆς βασιλείας αὐτοῦ ἐν τῷ μηνὶ τῷ δεκάτῳ ἦλθε Ναβουχοδονόσορ ὁ βασιλεὺς Βαβυλῶνος καὶ πᾶσα ἡ δύναμις αὐτοῦ ἐπὶ Ἱερουσαλὴμ καὶ παρενέβαλεν ἐπ᾿ αὐτὴν καὶ ᾠκοδόμησεν ἐπ᾿ αὐτὴν περίτειχος κύκλῳ.