2 Kings 5:15
καὶ ἐπέστρεψε πρὸς Ἑλισαιὲ αὐτὸς καὶ πᾶσα ἡ παρεμβολὴ αὐτοῦ, καὶ ἦλθε καὶ ἔστη ἐνώπιον αὐτοῦ καὶ εἶπεν· ἰδοὺ δὴ ἔγνωκα ὅτι οὐκ ἔστι Θεὸς ἐν πάσῃ τῇ γῇ, ὅτι ἀλλ᾿ ἢ ἐν τῷ Ἰσραήλ· καὶ νῦν λαβὲ τὴν εὐλογίαν παρὰ τοῦ δούλου σου.
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
Cross References
Joshua 2:9καὶ εἶπε πρὸς αὐτούς· ἐπίσταμαι ὅτι ἔδωκεν ὑμῖν Κύριος τὴν γῆν, ἐπιπέπτωκε γὰρ ὁ φόβος ὑμῶν ἐφ' ἡμᾶς·
Joshua 9:24καὶ οὐκ ἐμαχέσαντο αὐτοῖς οἱ υἱοὶ Ἰσραήλ, ὅτι ὤμοσαν αὐτοῖς πάντες οἱ ἄρχοντες Κύριον τὸν Θεὸν Ἰσραήλ· καὶ διεγόγγυσαν πᾶσα ἡ συναγωγὴ ἐπὶ τοῖς ἄρχουσι.
1 Samuel 25:27καὶ νῦν λαβὲ τὴν εὐλογίαν ταύτην, ἣν ἐνήνοχεν ἡ δούλη σου τῷ κυρίῳ μου, καὶ δώσεις τοῖς παιδαρίοις τοῖς παρεστηκόσι τῷ κυρίῳ μου.
1 Kings 18:36καὶ ἀνεβόησεν Ἠλιοὺ εἰς τὸν οὐρανὸν καὶ εἶπε· Κύριε ὁ Θεὸς Ἁβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰσραήλ, ἐπάκουσόν μου, Κύριε, ἐπάκουσόν μου σήμερον ἐν πυρί, καὶ γνώτωσαν πᾶς ὁ λαὸς οὗτος ὅτι σὺ εἶ Κύριος ὁ Θεὸς Ἰσραὴλ καὶ ἐγὼ δοῦλός σου καὶ διὰ σὲ πεποίηκα τὰ ἔργα ταῦτα.
2 Kings 19:19καὶ νῦν, Κύριε ὁ Θεὸς ἡμῶν, σῶσον ἡμᾶς ἐκ χειρὸς αὐτοῦ καὶ γνώσονται πᾶσαι αἱ βασιλεῖαι τῆς γῆς, ὅτι σὺ Κύριος ὁ Θεὸς μόνος.
Isaiah 44:6Οὕτως λέγει ὁ Θεὸς ὁ βασιλεὺς τοῦ Ἰσραὴλ ὁ ρυσάμενος αὐτὸν Θεὸς σαβαώθ· ἐγὼ πρῶτος καὶ ἐγὼ μετὰ ταῦτα· πλὴν ἐμοῦ οὐκ ἔστι Θεός.