2 Kings 5:7
καὶ ἐγένετο ὡς ἀνέγνω βασιλεὺς Ἰσραὴλ τὸ βιβλίον, διέρρηξε τὰ ἱμάτια αὐτοῦ καὶ εἶπεν· ὁ Θεὸς ἐγὼ τοῦ θανατῶσαι καὶ ζωοποιῆσαι, ὅτι οὖτος ἀποστέλλει πρός με ἀποσυνάξαι ἄνδρα ἀπὸ τῆς λέπρας αὐτοῦ; ὅτι πλὴν γνῶτε δὴ καὶ ἴδετε ὅτι προφασίζεται οὗτός μοι.
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
Cross References
Genesis 50:19καὶ εἶπεν αὐτοῖς Ἰωσήφ· μὴ φοβεῖσθε, τοῦ γὰρ Θεοῦ εἰμι ἐγώ.
Deuteronomy 32:29οὐκ ἐφρόνησαν συνιέναι ταῦτα· καταδεξάσθωσαν εἰς τὸν ἐπιόντα χρόνον.
1 Samuel 2:6Κύριος θανατοῖ καὶ ζωογονεῖ, κατάγει εἰς ᾅδου καὶ ἀνάγει·
1 Kings 20:7καὶ εἶπε πρὸς αὐτὸν Ἰεζάβελ ἡ γυνὴ αὐτοῦ· σὺ νῦν οὕτω ποιεῖς βασιλέα ἐπὶ Ἰσραήλ; ἀνάστηθι καὶ φάγε ἄρτον καὶ σαυτοῦ γενοῦ, ἐγὼ δὲ δώσω σοι τὸν ἀμπελῶνα Ναβουθαὶ τοῦ Ἰεζραηλίτου.
2 Kings 18:37καὶ εἰσῆλθεν Ἑλιακὶμ υἱὸς Χελκίου ὁ οἰκονόμος καὶ Σωμνὰς ὁ γραμματεὺς καὶ Ἰωὰς υἱὸς Σαφὰτ ὁ ἀναμιμνήσκων πρὸς Ἐζεκίαν, διερρηχότες τὰ ἱμάτια καὶ ἀνήγγειλαν αὐτῷ τοὺς λόγους Ραψάκου.