2 Kings 9:27
καὶ Ὀχοζίας βασιλεὺς Ἰούδα εἶδε καὶ ἔφυγεν ὁδὸν Βαιθαγγάν, καὶ ἐδίωξεν ὀπίσω αὐτοῦ Ἰοὺ καὶ εἶπε· καί γε αὐτόν· καὶ ἐπάταξεν αὐτὸν πρὸς τῷ ἅρματι ἐν τῷ ἀναβαίνειν Γαΐ, ἥ ἐστιν Ἰεβλαάμ, καὶ ἔφυγεν εἰς Μαγεδδὼ καὶ ἀπέθανεν ἐκεῖ.
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
Cross References
Numbers 16:26καὶ ἐλάλησε πρὸς τὴν συναγωγὴν λέγων· ἀποσχίσθητε ἀπὸ τῶν σκηνῶν τῶν ἀνθρώπων τῶν σκληρῶν τούτων, καὶ μὴ ἅπτεσθε ἀπὸ πάντων, ὧν ἐστιν αὐτοῖς, μὴ συναπόλησθε ἐν πάσῃ τῇ ἁμαρτίᾳ αὐτῶν.
Judges 1:27καὶ οὐκ ἐξῇρε Μανασσῆ τὴν Βαιθσάν, ἥ ἐστι Σκυθῶν πόλις, οὐδὲ τὰς θυγατέρας αὐτῆς οὐδὲ τὰ περίοικα αὐτῆς οὐδὲ τὴν Θανὰκ οὐδὲ τὰς θυγατέρας αὐτῆς, οὐδὲ τοὺς κατοικοῦντας Δὼρ οὐδὲ τὰς θυγατέρας αὐτῆς, οὐδὲ τὸν κατοικοῦντα Βαλὰκ οὐδὲ τὰ περίοικα αὐτῆς οὐδὲ τὰς θυγατέρας αὐτῆς, οὐδὲ τοὺς κατοικοῦντας Μαγεδὼ οὐδὲ τὰ περίοικα αὐτῆς καὶ τὰς θυγατέρας αὐτῆς, οὐδὲ τοὺς κατοικοῦντας Ἰεβλαὰμ οὐδὲ τὰ περίοικα αὐτῆς οὐδὲ τὰς θυγατέρας αὐτῆς· καὶ ἤρξατο ὁ Χαναναῖος κατοικεῖν ἐν τῇ γῇ ταύτῃ.
1 Kings 4:12Βαανὰ υἱὸς Ἀχιλὶδ Θαανὰχ καὶ Μαγεδδὼ καὶ πᾶς ὁ οἶκος Σὰν ὁ παρὰ Σεσαθὰν ὑποκάτω τοῦ Ἐσραὲ καὶ ἐκ Βηθσὰν ἕως Σαβελμαουλᾶ, ἕως Μαεβὲρ Λουκάμ, εἷς·
2 Kings 8:29καὶ ἐπέστρεψεν ὁ βασιλεὺς Ἰωρὰμ τοῦ ἰατρευθῆναι ἐν Ἰεζράελ ἀπὸ τῶν πληγῶν, ὧν ἐπάταξαν αὐτὸν ἐν Ρεμμὼθ ἐν τῷ πολεμεῖν αὐτὸν μετὰ Ἀζαὴλ βασιλέως Συρίας· καὶ Ὀχοζίας υἱὸς Ἰωρὰμ κατέβη τοῦ ἰδεῖν τὸν Ἰωρὰμ υἱὸν Ἀχαὰβ ἐν Ἰεζράελ, ὅτι ἠρρώστει αὐτός.
2 Kings 12:1ΥΙΟΣ ἑπτὰ ἐτῶν Ἰωὰς ἐν τῷ βασιλεύειν αὐτόν.
2 Kings 14:19καὶ συνεστράφησαν ἐπ᾿ αὐτὸν σύστρεμμα ἐν Ἱερουσαλήμ, καὶ ἔφυγεν εἰς Λαχίς· καὶ ἀπέστειλαν ὀπίσω αὐτοῦ εἰς Λαχὶς καὶ ἐθανάτωσαν αὐτὸν ἐκεῖ.