2 Samuel 10:12
ἀνδρίζου καὶ κραταιωθῶμεν ὑπὲρ τοῦ λαοῦ ἡμῶν καὶ περὶ τῶν πόλεων τοῦ Θεοῦ ἡμῶν, καὶ Κύριος ποιήσει τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς αὐτοῦ.
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
Cross References
Deuteronomy 31:6ἀνδρίζου καὶ ἴσχυε, μὴ φοβοῦ μηδὲ δειλιάσης μηδὲ πτοηθῇς ἀπὸ προσώπου αὐτῶν, ὅτι Κύριος ὁ Θεός σου ὁ προπορευόμενος μεθ᾿ ὑμῶν ἐν ὑμῖν, οὔτε μή σε ἀνῇ, οὔτε μή σε ἐγκαταλίπῃ.
Joshua 1:6ἴσχυε καὶ ἀνδρίζου, σὺ γὰρ ἀποδιελεῖς τῷ λαῷ τούτῳ τὴν γῆν, ἣν ὤμοσα τοῖς πατράσιν ὑμῶν δοῦναι αὐτοῖς.
Joshua 1:18ὁ δὲ ἄνθρωπος, ὃς ἂν ἀπειθήσῃ σοι, καὶ ὅστις μὴ ἀκούσῃ τῶν ρημάτων σου καθότι ἐὰν ἐντείλῃ αὐτῷ, ἀποθανέτω. ἀλλὰ ἴσχυε καὶ ἀνδρίζου.
1 Samuel 3:18καὶ ἀπήγγειλε Σαμουὴλ πάντας τοὺς λόγους καὶ οὐκ ἔκρυψεν ἀπ᾿ αὐτοῦ. καὶ εἶπεν Ἡλί· Κύριος αὐτός, τὸ ἀγαθὸν ἐνώπιον αὐτοῦ ποιήσει.
1 Samuel 14:6καὶ εἶπεν Ἰωνάθαν πρὸς τὸ παιδάριον τὸ αἶρον τὰ σκεύη αὐτοῦ· δεῦρο διαβῶμεν εἰς Μεσσὰβ τῶν ἀπεριτμήτων τούτων, εἴτι ποιήσαι Κύριος ἡμῖν· ὅτι οὐκ ἔστι τῷ Κυρίῳ συνεχόμενον σῴζειν ἐν πολλοῖς ἢ ἐν ὀλίγοις.
1 Samuel 17:32Καὶ εἶπε Δαυὶδ πρὸς Σαούλ· μὴ δὴ συμπεσέτω καρδία τοῦ Κυρίου μου ἐπ᾿ αὐτόν· ὁ δοῦλός σου πορεύσεται καὶ πολεμήσει μετὰ τοῦ ἀλλοφύλου τούτου.