The Bible Software
Amos · Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA

Amos 6

1ΟΥΑΙ τοῖς ἐξουθενοῦσι Σιὼν καὶ τοῖς πεποιθόσιν ἐπὶ τὸ ὄρος Σαμαρείας· ἀπετρύγησαν ἀρχὰς ἐθνῶν, καὶ εἰσῆλθον αὐτοί. οἶκος τοῦ Ἰσραήλ,

2διάβητε πάντες καὶ ἴδετε καὶ διέλθατε ἐκεῖθεν εἰς Ἐμαθραββὰ καὶ κατάβητε ἐκεῖθεν εἰς Γὲθ ἀλλοφύλων, τὰς κρατίστας ἐκ πασῶν τῶν βασιλειῶν τούτων, εἰ πλείονα τὰ ὅρια αὐτῶν ἐστι τῶν ὑμετέρων ὁρίων.

3οἱ ἐρχόμενοι εἰς ἡμέραν κακήν, οἱ ἐγγίζοντες καὶ ἐφαπτόμενοι σαββάτων ψευδῶν,

4οἱ καθεύδοντες ἐπὶ κλινῶν ἐλεφαντίνων καὶ κατασπαταλῶντες ἐπὶ ταῖς στρωμναῖς αὐτῶν καὶ ἔσθοντες ἐρίφους ἐκ ποιμνίων καὶ μοσχάρια ἐκ μέσου βουκολίων γαλαθηνά,

5οἱ ἐπικροτοῦντες πρὸς τὴν φωνὴν τῶν ὀργάνων, ὡς ἑστηκότα ἐλογίσαντο καὶ οὐχ ὡς φεύγοντα·

6οἱ πίνοντες τὸν διυλισμένον οἶνον καὶ τὰ πρῶτα μῦρα χριόμενοι καὶ οὐκ ἔπασχον οὐδὲν ἐπὶ τῇ συντριβῇ Ἰωσήφ.

7διὰ τοῦτο νῦν ἀχμάλωτοι ἔσονται ἀπ᾿ ἀρχῆς δυναστῶν καὶ ἐξαρθήσεται χρεμετισμὸς ἵππων ἐξ Ἐφραίμ.

8ὅτι ὤμοσε Κύριος καθ᾿ ἑαυτοῦ· διότι βδελύσσομαι ἐγὼ πᾶσα τὴν ὕβριν Ἰακὼβ καὶ τάς χώρας αὐτοῦ μεμίσηκα, καὶ ἐξαρῶ πόλιν σὺν πᾶσι τοῖς κατοικοῦσιν αὐτήν·

9καὶ ἔσται ἐὰν ὑπολειφθῶσι δέκα ἄνδρες ἐν οἰκίᾳ μιᾷ, καὶ ἀποθανοῦνται,

10καὶ ὑπολειφθήσονται οἱ κατάλοιποι, καὶ λήψονται οἱ οἰκεῖοι αὐτῶν καὶ παραβιῶνται τοῦ ἐξενέγκαι τὰ ὀστᾶ αὐτῶν ἐκ τοῦ οἴκου· καὶ ἐρεῖ τοῖς προεστηκόσι τῆς οἰκίας· εἰ ἔτι ὑπάρχει παρὰ σοί;

11καὶ ἐρεῖ· οὐκέτι· καὶ ἐρεῖ· σίγα, ἕνεκα τοῦ μὴ ὀνομάσαι τὸ ὄνομα Κυρίου.

12διότι ἰδοὺ Κύριος ἐντέλλεται καὶ πατάξει τὸν οἶκον τὸν μέγαν θλάσμασι καὶ τὸν οἶκον τὸν μικρὸν ράγμασιν.

13εἰ διώξονται ἐν πέτραις ἵπποι; εἰ παρασιωπήσονται ἐν θηλείαις; ὅτι ἐξεστρέψατε εἰς θυμὸν κρίμα καὶ καρπὸν δικαιοσύνης εἰς πικρίαν,

14οἱ εὐφραινόμενοι ἐπ᾿ οὐδενὶ λόγῳ, οἱ λέγοντες· οὐκ ἐν τῇ ἰσχύϊ ἡμῶν ἔσχομεν κέρατα;

15διότι ἰδοὺ ἐγὼ ἐπεγερῶ ἐφ᾿ ὑμᾶς, οἶκος Ἰσραήλ, ἔθνος, λέγει Κύριος τῶν δυνάμεων, καὶ ἐκθλίψουσιν ὑμᾶς τοῦ μὴ εἰσελθεῖν εἰς Ἐμὰθ καὶ ὡς τοῦ χειμάρρου τῶν δυσμῶν.

← Amos 5Read In The App, Free →Amos 7 →

Study Amos 6

KJVMatthew HenryJamieson-Fausset-BrownAdam ClarkeJohn WesleyJohn CalvinKeil and DelitzschScofieldFamily Bible NotesGeneva Bible Notes (1599)Reina-Valera (Español)Bíblia Portuguesa MundialLuther Bibel (Deutsch)Bible Louis Segond (Français)

All Chapters

123456789