Exodus 17:14
εἶπε δὲ Κύριος πρὸς Μωυσῆν· κατάγραψον τοῦτο εἰς μνημόσυνον ἐν βιβλίῳ καὶ δὸς εἰς τὰ ὦτα Ἰησοῦ, ὅτι ἀλοιφῇ ἐξαλείψω τὸ μνημόσυνον Ἀμαλὴκ ἐκ τῆς ὑπὸ τὸν οὐρανόν.
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
13καὶ ἐτρέψατο Ἰησοῦς τὸν Ἀμαλὴκ καὶ πάντα τὸν λαὸν αὐτοῦ ἐν φόνῳ μαχαίρας.
15καὶ ᾠκοδόμησε Μωυσῆς θυσιαστήριον Κυρίῳ καὶ ἐπωνόμασε τὸ ὄνομα αὐτοῦ Κύριος καταφυγή μου·
Cross References
Exodus 12:14καὶ ἔσται ἡ ἡμέρα ὑμῖν αὕτη μνημόσυνον· καὶ ἑορτάσετε αὐτὴν ἑορτὴν Κυρίῳ εἰς πάσας τὰς γενεὰς ὑμῶν· νόμιμον αἰώνιον ἑορτάσετε αὐτήν.
Exodus 24:4καὶ ἔγραψε Μωυσῆς πάντα τὰ ρήματα Κυρίου. ὀρθρίσας δὲ Μωυσῆς τὸ πρωΐ ᾠκοδόμησε θυσιαστήριον ὑπὸ τὸ ὄρος καὶ δώδεκα λίθους εἰς τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ·
Numbers 24:20καὶ ἰδὼν τὸν Ἀμαλὴκ καὶ ἀναλαβὼν τὴν παραβολὴν αὐτοῦ εἶπεν· ἀρχὴ ἐθνῶν Ἀμαλήκ, καὶ τὸ σπέρμα αὐτῶν ἀπολεῖται.
Deuteronomy 25:17Μνήσθητι ὅσα ἐποίησέ σοι Ἀμαλὴκ ἐν τῇ ὁδῷ ἐκπορευομένου σου ἐκ γῆς Αἰγύπτου,
Deuteronomy 31:9Καὶ ἔγραψε Μωυσῆς τὰ ρήματα τοῦ νόμου τούτου εἰς βιβλίον καὶ ἔδωκε τοῖς ἱερεῦσι τοῖς υἱοῖς Λευὶ τοῖς αἴρουσι τὴν κιβωτὸν τῆς διαθήκης Κυρίου, καὶ τοῖς προσβυτέροις τῶν υἱῶν Ἰσραήλ.
1 Samuel 15:2τάδε εἶπε Κύριος Σαβαώθ· νῦν ἐκδικήσω ἃ ἐποίησεν Ἀμαλὴκ τῷ Ἰσραήλ, ὡς ἀπήντησεν αὐτῷ ἐν τῇ ὁδῷ ἀναβαίνοντος αὐτοῦ ἐξ Αἰγύπτου·