Ezekiel 23:29
καί ποιήσουσιν ἐν σοὶ ἐν μίσει καὶ λήψονται πάντας τοὺς πόνους σου καὶ τοὺς μόχθους σου, καὶ ἔσῃ γυμνὴ καὶ αἰσχύνουσα, καὶ ἀποκαλυφθήσεται αἰσχύνη πορνείας σου καὶ ἀσέβειά σου. καὶ ἡ πορνεία σου
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
30ἐποίησε ταῦτά σοι ἐν τῷ ἐκπορνεῦσαί σε ὀπίσω ἐθνῶν καὶ ἐμιαίνου ἐν τοῖς ἐνθυμήμασιν αὐτῶν.
Cross References
2 Samuel 13:15καὶ ἐμίσησεν αὐτὴν Ἀμνὼν μῖσος μέγα σφόδρα, ὅτι μέγα τὸ μῖσος, ὃ ἐμίσησεν αὐτὴν ὑπὲρ τὴν ἀγάπην, ἣν ἠγάπησεν αὐτήν. καὶ εἶπεν αὐτῇ Ἀμνών· ἀνάστηθι καὶ πορεύου.
Ezekiel 16:36τάδε λέγει Κύριος· ἀνθ᾿ ὧν ἐξέχεας τὸν χαλκόν σου, καὶ ἀποκαλυφθήσεται ἡ αἰσχύνη ἐν τῇ πορνείᾳ σου πρὸς τοὺς ἐραστάς σου καὶ εἰς πάντα τὰ ἐνθυμήματα τῶν ἀνομιῶν σου καὶ ἐν τοῖς αἵμασι τῶν τέκνων σου, ὧν ἔδωκας αὐτοῖς.
Ezekiel 23:18καί ἀπεκάλυψε τὴν πορνείαν αὐτῆς καὶ ἀπεκάλυψεν αἰσχύνην αὐτῆς, καὶ ἀπέστη ἡ ψυχή μου ἀπ' αὐτῆς, ὃν τρόπον ἀπέστη ἡ ψυχή μου ἀπὸ τῆς ἀδελφῆς αὐτῆς.
Ezekiel 23:45καὶ ἄνδρες δίκαιοι αὐτοὶ καὶ ἐκδικήσουσιν αὐτὰς ἐκδικήσει μοιχαλίδος καὶ ἐκδικήσει αἵματος, ὅτι μοιχαλίδες εἰσί, καὶ αἷμα ἐν χερσὶν αὐτῶν.