Ezekiel 23:30
ἐποίησε ταῦτά σοι ἐν τῷ ἐκπορνεῦσαί σε ὀπίσω ἐθνῶν καὶ ἐμιαίνου ἐν τοῖς ἐνθυμήμασιν αὐτῶν.
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
31ἐν τῇ ὁδῷ τῆς ἀδελφῆς σου ἐπορεύθης, καὶ δώσω τὸ ποτήριον αὐτῆς εἰς χεῖράς σου.
Cross References
Jeremiah 2:18καὶ νῦν τί σοι καὶ τῇ ὁδῷ Αἰγύπτου τοῦ πιεῖν ὕδωρ Γηῶν; καὶ τί σοι καὶ τῇ ὁδῷ Ἀσσυρίων τοῦ πιεῖν ὕδωρ ποταμῶν;
Jeremiah 16:11καὶ ἐρεῖς πρὸς αὐτούς· ἀνθ' ὧν ἐγκατέλιπόν με οἱ πατέρες ὑμῶν, λέγει Κύριος, καὶ ᾤχοντο ὀπίσω θεῶν ἀλλοτρίων, καὶ ἐδούλευσαν αὐτοῖς καὶ προσεκύνησαν αὐτοῖς καὶ ἐμὲ ἐγκατέλιπον καὶ τὸν νόμον μου οὐκ ἐφυλάξαντο·
Ezekiel 6:9καὶ μνησθήσονταί μου οἱ ἀνασῳζόμενοι ἐξ ὑμῶν ἐν τοῖς ἔθνεσιν, οὗ ᾐχμαλωτεύθησαν ἐκεῖ· ὀμώμοκα τῇ καρδίᾳ αὐτῶν τῇ ἐκπορνευούσῃ ἀπ᾿ ἐμοῦ καὶ τοῖς ὀφθαλμοῖς αὐτῶν τοῖς ἐκπορνεύουσιν ὀπίσω τῶν ἐπιτηδευμάτων αὐτῶν, καὶ κόψονται πρόσωπα αὐτῶν ἐν πᾶσι τοῖς βδελύγμασιν αὐτῶν·
Ezekiel 23:12ἐπὶ τοὺς υἱοὺς τῶν Ἀσσυρίων ἐπέθετο, ἡγουμένους καὶ στρατηγοὺς τοὺς ἐγγὺς αὐτῆς ἐνδεδυκότας εὐπάρυφα, ἱππεῖς ἱππαζομένους ἐφ' ἵππων· νεανίσκοι ἐπίλεκτοι πάντες.