Ezekiel 45:9
τάδε λέγει Κύριος Θεός· ἱκανούσθω ὑμῖν, οἱ ἀφηγούμενοι τοῦ Ἰσραήλ· ἀδικίαν καὶ ταλαιπωρίαν ἀφέλεσθε καὶ κρίμα καὶ δικαιοσύνην ποιήσατε, ἐξάρατε καταδυναστείαν ἀπὸ τοῦ λαοῦ μου, λέγει Κύριος Θεός.
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
10ζυγὸς δίκαιος καὶ μέτρον δίκαιον καὶ χοῖνιξ δικαία ἔστω ὑμῖν.
Cross References
Nehemiah 5:1ΚΑΙ ἡ κραυγὴ τοῦ λαοῦ καὶ γυναικῶν αὐτῶν μεγάλη πρὸς τοὺς ἀδελφοὺς αὐτῶν τοὺς Ἰουδαίους.
Job 22:9χήρας δὲ ἐξαπέστειλας κενάς, ὀρφανοὺς δὲ ἐκάκωσας.
Psalms 82:2Ο ΘΕΟΣ, τίς ὁμοιωθήσεταί σοι; μὴ σιγήσῃς μηδὲ καταπραυ±νῃς, ὁ Θεός·
Jeremiah 22:3τάδε λέγει Κύριος· ποιεῖτε κρίσιν καὶ δικαιοσύνην καὶ ἐξαιρεῖσθε διηρπασμένον ἐκ χειρὸς ἀδικοῦντος αὐτὸν καὶ προσήλυτον καὶ ὀρφανὸν καὶ χήραν μὴ καταδυναστεύετε καὶ μὴ ἀσεβῆτε καὶ αἷμα ἀθῷον μὴ ἐκχέητε ἐν τῷ τόπῳ τούτῳ.
Ezekiel 44:6καὶ ἐρεῖς πρὸς τὸν οἶκον τὸν παραπικραίνοντα, πρὸς τὸν οἶκον τοῦ Ἰσραήλ· τάδε λέγει Κύριος ὁ Θεός· ἱκανούσθω ὑμῖν ἀπὸ πασῶν τῶν ἀνομιῶν ὑμῶν, οἶκος Ἰσραήλ,
Micah 2:1ΕΓΕΝΟΝΤΟ λογιζόμενοι κόπους καὶ ἐργαζόμενοι κακὰ ἐν ταῖς κοίταις αὐτῶν καὶ ἅμα τῇ ἡμέρᾳ συνετέλουν αὐτά, διότι οὐκ ᾖραν πρὸς τὸν Θεὸν χεῖρας αὐτῶν.