Ezekiel 45:8
καὶ ἔσται αὐτῷ εἰς κατάσχεσιν ἐν τῷ Ἰσραήλ, καὶ οὐ καταδυναστεύσουσιν οὐκέτι οἱ ἀφηγούμενοι τοῦ Ἰσραὴλ τὸν λαόν μου, καὶ τὴν γῆν κατακληρονομήσουσιν οἶκος Ἰσραὴλ κατὰ φυλὰς αὐτῶν.
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
Cross References
Joshua 11:23καὶ ἔλαβεν Ἰησοῦς πᾶσαν τὴν γῆν, καθότι ἐνετείλατο Κύριος τῷ Μωυσῇ καὶ ἔδωκεν αὐτοὺς Ἰησοῦς ἐν κληρονομίᾳ Ἰσραὴλ ἐν μερισμῷ κατὰ φυλὰς αὐτῶν. καὶ ἡ γῆ κατέπαυσε πολεμουμένη.
Proverbs 28:16βασιλεὺς ἐνδεὴς προσόδων μέγας συκοφάντης, ὁ δὲ μισῶν ἀδικίαν μακρὸν χρόνον ζήσεται.
Isaiah 32:1ΙΔΟΥ γὰρ βασιλεὺς δίκαιος βασιλεύσει, καὶ ἄρχοντες μετὰ κρίσεως ἄρξουσι.
Jeremiah 22:17ἰδοὺ οὐκ εἰσὶν οἱ ὀφθαλμοί σου οὐδὲ ἡ καρδία σου καλή, ἀλλὰ εἰς τὴν πλεονεξίαν σου καὶ εἰς τὸ αἷμα τὸ ἀθῷον τοῦ ἐκχέειν αὐτὸ καὶ εἰς ἀδικήματα καὶ εἰς φόνον τοῦ ποιεῖν αὐτά.
Ezekiel 19:3καὶ ἀπεπήδησεν εἷς τῶν σκύμνων αὐτῆς, λέων ἐγένετο καὶ ἔμαθε τοῦ ἁρπάζειν ἁρπάγματα, ἀνθρώπους ἔφαγε.
Ezekiel 22:6ἰδοὺ οἱ ἀφηγούμενοι οἴκου Ἰσραήλ, ἕκαστος πρὸς τοὺς συγγενεῖς αὐτοῦ συνανεφύροντο ἐν σοί, ὅπως ἐκχέωσιν αἷμα·