Γένεσις 49:22
υἱὸς ηὐξημένος Ἰωσήφ, υἱὸς ηὐξημένος μου ζηλωτός, υἱός μου νεώτατος· πρός με ἀνάστρεψον.
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
Joseph is a fruitful bough, even a fruitful bough by a well; whose branches run over the wall:
In Context
21Νεφθαλεὶμ στέλεχος ἀνειμένον, ἐπιδιδοὺς ἐν τῷ γεννήματι κάλλος.
23εἰς ὃν διαβουλευόμενοι ἐλοιδόρουν, καὶ ἐνεῖχον αὐτῷ κύριοι τοξευμάτων·
Cross References
Genesis 41:52τὸ δὲ ὄνομα τοῦ δευτέρου ἐκάλεσεν Ἐφραΐμ, ὅτι ηὔξησέ με ὁ Θεὸς ἐν γῇ ταπεινώσεώς μου.
Genesis 48:1ΕΓΕΝΕΤΟ δὲ μετὰ τὰ ρήματα ταῦτα καὶ ἀπηγγέλη τῷ Ἰωσήφ, ὅτι ὁ πατήρ σου ἐνοχλεῖται. καὶ ἀναλαβὼν τοὺς δύο υἱοὺς αὐτοῦ, τὸν Μανασσῆ καὶ τὸν Ἐφραΐμ, ἦλθε πρὸς Ἰακώβ.
Genesis 48:15καὶ εὐλόγησεν αὐτοὺς καὶ εἶπεν· ὁ Θεός, ᾧ εὐηρέστησαν οἱ πατέρες μου ἐνώπιον αὐτοῦ, Ἁβραὰμ καὶ Ἰσαάκ, ὁ Θεὸς ὁ τρέφων με ἐκ νεότητος ἕως τῆς ἡμέρας ταύτης,
Genesis 48:19καὶ οὐκ ἠθέλησεν, ἀλλὰ εἶπεν· οἶδα, τέκνον, οἶδα· καὶ οὗτος ἔσται εἰς λαόν, καὶ οὗτος ὑψωθήσεται· ἀλλὰ ὁ ἀδελφὸς αὐτοῦ ὁ νεώτερος μείζων αὐτοῦ ἔσται, καὶ τὸ σπέρμα αὐτοῦ ἔσται εἰς πλῆθος ἐθνῶν.
Deuteronomy 33:13καὶ τῷ Ἰωσὴφ εἶπεν· ἀπ᾿ εὐλογίας Κυρίου ἡ γῆ αὐτοῦ, ἀπὸ ὡρῶν οὐρανοῦ καὶ δρόσου καὶ ἀπὸ ἀβύσσων πηγῶν κάτωθεν
Joshua 17:14ἀντεῖπαν δὲ οἱ υἱοὶ Ἰωσὴφ τῷ Ἰησοῖ λέγοντες· διατί ἐκληρονόμησας ἡμᾶς κλῆρον ἕνα καὶ σχοίνισμα ἕν; ἐγὼ δὲ λαὸς πολύς εἰμι, καὶ ὁ Θεὸς εὐλόγησέ με.