Jeremiah 14:12
ὅτι ἐὰν νηστεύσωσιν, οὐκ εἰσακούσομαι τῆς δεήσεως αὐτῶν, καὶ ἐὰν προσενέγκωσιν ὁλοκαυτώματα καὶ θυσίας, οὐκ εὐδοκήσω ἐν αὐτοῖς, ὅτι ἐν μαχαίρᾳ καὶ ἐν λιμῷ καί ἐν θανάτῳ ἐγὼ συντελέσω αὐτούς.
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
11καὶ εἶπε Κύριος πρός με· μὴ προσεύχου περὶ τοῦ λαοῦ τούτου εἰς ἀγαθά·
Cross References
Proverbs 1:28ἔσται γὰρ ὅταν ἐπικαλέσησθέ με, ἐγὼ δὲ οὐκ εἰσακούσομαι ὑμῶν· ζητήσουσί με κακοί, καὶ οὐχ εὑρήσουσιν·
Proverbs 21:27θυσίαι ἀσεβῶν βδέλυγμα Κυρίῳ, καὶ γὰρ παρανόμως προσφέρουσιν αὐτάς.
Isaiah 1:11τί μοι πλῆθος τῶν θυσιῶν ὑμῶν; λέγει Κύριος· πλήρης εἰμὶ ὁλοκαυτωμάτων κριῶν, καὶ στέαρ ἀρνῶν καὶ αἷμα ταύρων καὶ τράγων οὐ βούλομαι,
Isaiah 58:3λέγοντες· τί ὅτι ἐνησταύσαμεν καὶ οὐκ εἶδες; ἐταπεινώσαμεν τὰς ψυχὰς ἡμῶν καὶ οὐκ ἔγνως; ἐν γὰρ ταῖς ἡμέραις τῶν νηστειῶν ὑμῶν εὑρίσκετε τὰ θελήματα ὑμῶν καὶ πάντας τοὺς ὑποχειρίους ὑμῶν ὑπονύσσετε.
Jeremiah 7:21τάδε λέγει Κύριος· τὰ ὁλοκαυτώματα ὑμῶν συναγάγετε μετὰ τῶν θυσιῶν ὑμῶν καὶ φάγετε κρέα.
Jeremiah 11:11διὰ τοῦτο τάδε λέγει Κύριος· ἰδοὺ ἐγὼ ἐπάγω ἐπὶ τὸν λαὸν τοῦτον κακά, ἐξ ὧν οὐ δυνήσονται ἐξελθεῖν ἐξ αὐτῶν, καὶ κεκράξονται πρός με, καὶ οὐκ εἰσακούσομαι αὐτῶν.