Jeremiah 36:32
διὰ τοῦτο οὕτως εἶπε Κύριος· ἰδοὺ ἐγὼ ἐπισκέψομαι ἐπὶ Σαμαίαν καὶ ἐπὶ τὸ γένος αὐτοῦ, καὶ οὐκ ἔσται αὐτῶν ἄνθρωπος ἐν μέσῳ ὑμῶν τοῦ ἰδεῖν τὰ ἀγαθά, ἃ ἐγὼ ποιήσω ὑμῖν, οὐκ ὄψονται.
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
Cross References
Exodus 34:1ΚΑΙ εἶπε Κύριος πρὸς Μωυσῆν· λάξευσον σεαυτῷ δύο πλάκας λιθίνας, καθὼς καὶ αἱ πρῶται καὶ ἀνάβηθι πρός με εἰς τὸ ὄρος, καὶ γράψω ἐπὶ τῶν πλακῶν τὰ ρήματα, ἃ ἦν ἐν ταῖς πλαξὶ ταῖς πρώταις, αἷς συνέτριψας.
Leviticus 26:21καὶ ἐὰν μετὰ ταῦτα πορεύησθε πλάγιοι, καὶ μὴ βούλησθε ὑπακούειν μου, προσθήσω ὑμῖν πληγὰς ἑπτὰ κατὰ τὰς ἁμαρτίας ὑμῶν.
Leviticus 26:28καὶ αὐτὸς πορεύσομαι μεθ᾿ ὑμῶν ἐν θυμῷ πλαγίῳ, καὶ παιδεύσω ὑμᾶς ἐγὼ ἑπτάκις κατὰ τὰς ἁμαρτίας ὑμῶν.