Job 38:11
εἶπα δὲ αὐτῇ· μέχρι τούτου ἐλεύσῃ καὶ οὐχ ὑπερβήσῃ, ἀλλ᾿ ἐν σεαυτῇ συντριβήσεταί σου τὰ κύματα.
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
And said, Hitherto shalt thou come, but no further: and here shall thy proud waves be stayed?
In Context
10ἐθέμην δὲ αὐτῇ ὅρια, περιθεὶς κλεῖθρα καὶ πύλας.
12ἦ ἐπὶ σοῦ συντέταχα φέγγος πρωϊνόν; ἑωσφόρος δὲ εἶδε τὴν ἑαυτοῦ τάξιν
Cross References
Job 26:10πρόσταγμα ἐγύρωσεν ἐπὶ πρόσωπον ὕδατος μέχρι συντελείας φωτὸς μετὰ σκότους.
Psalms 76:10μὴ ἐπιλήσεται τοῦ οἰκτειρῆσαι ὁ Θεός; ἢ συνέξει ἐν τῇ ὀργῇ αὐτοῦ τοὺς οἰκτιρμοὺς αὐτοῦ; (διάψαλμα).
Psalms 93:3ἕως πότε ἁμαρτωλοί, Κύριε, ἕως πότε ἁμαρτωλοὶ καυχήσονται,
Proverbs 8:29καὶ ἰσχυρὰ ἐποίει τὰ θεμέλια τῆς γῆς,
Jeremiah 5:22μὴ ἐμὲ οὐ φοβηθήσεσθε; λέγει Κύριος, ἢ ἀπὸ προσώπου μου οὐκ εὐλαβηθήσεσθε; τὸν τάξαντα ἄμμον ὅριον τῇ θαλάσσῃ, πρόσταγμα αἰώνιον, καὶ οὐχ ὑπερβήσεται αὐτό, καὶ ταραχθήσεται καὶ οὐ δυνήσεται, καὶ ἠχήσουσι τὰ κύματα αὐτῆς καὶ οὐχ ὑπερβήσεται αὐτό.