Jonah 1
1ΚΑΙ ἐγένετο λόγος Κυρίου πρὸς Ἰωνᾶν τὸν τοῦ Ἀμαθὶ λέγων·
2ἀνάστηθι καὶ πορεύθητι εἰς Νινευὴ τὴν πόλιν τὴν μεγάλην καὶ κήρυξον ἐν αὐτῇ, ὅτι ἀνέβη ἡ κραυγὴ τῆς κακίας αὐτῆς πρός με.
3καὶ ἀνέστη Ἰωνᾶς τοῦ φυγεῖν εἰς Θαρσὶς ἐκ προσώπου Κυρίου καὶ κατέβη εἰς Ἰόππην καὶ εὗρε πλοῖον βαδίζον εἰς Θαρσὶς καὶ ἔδωκε τὸν ναῦλον αὐτοῦ καὶ ἐνέβη εἰς αὐτὸ τοῦ πλεῦσαι μετ᾿ αὐτῶν εἰς Θαρσὶς ἐκ προσώπου Κυρίου.
4καὶ Κύριος ἐξήγειρε πνεῦμα μέγα εἰς τὴν θάλασσαν, καὶ ἐγένετο κλύδων μέγας ἐν τῇ θαλάσσῃ, καὶ τὸ πλοῖον ἐκινδύνευε τοῦ συντριβῆναι.
5καὶ ἐφοβήθησαν οἱ ναυτικοὶ καὶ ἀνεβόησαν ἕκαστος πρὸς τὸ θεὸν αὐτοῦ καὶ ἐκβολὴν ἐποιήσαντο τῶν σκευῶν τῶν ἐν τῷ πλοίῳ εἰς τὴν θάλασσαν τοῦ κουφισθῆναι ἀπ᾿ αὐτῶν. Ἰωνᾶς δὲ κατέβη εἰς τὴν κοίλην τοῦ πλοίου καὶ ἐκάθευδε καὶ ἔρρεγχε.
6καὶ προσῆλθε πρὸς αὐτὸν ὁ πρωρεὺς καὶ εἶπεν αὐτῷ· τί σὺ ρέγχεις; ἀνάστα καὶ ἐπικαλοῦ τὸν Θεόν σου, ὅπως διασώσῃ ὁ Θεὸς ἡμᾶς καὶ οὐ μὴ ἀπολώμεθα.
7καὶ εἶπεν ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ· δεῦτε βάλωμεν κλήρους καὶ ἐπιγνῶμεν τίνος ἕνεκεν ἡ κακία αὕτη ἐστὶν ἐν ἡμῖν; καὶ ἔβαλον κλήρους, καὶ ἔπεσεν ὁ κλῆρος ἐπὶ Ἰωνᾶν.
8καὶ εἶπον πρὸς αὐτόν· ἀπάγγειλον ἡμῖν τίνος ἕνεκεν ἡ κακία αὕτη ἐστὶν ἐν ἡμῖν; τίς σου ἡ ἐργασία ἐστί; καὶ πόθεν ἔρχῃ, καὶ τοῦ πορεύῃ, καὶ ἐκ ποίας χώρας καὶ ἐκ ποίου λαοῦ εἶ σύ;
9καὶ εἶπε πρὸς αὐτούς· δοῦλος Κυρίου εἰμὶ ἐγὼ καὶ τὸν Κύριον Θεὸν τοῦ οὐρανοῦ ἐγὼ σέβομαι, ὃς ἐποίησε τὴν θάλασσαν καὶ τὴν ξηράν.
10καὶ ἐφοβήθησαν οἱ ἄνδρες φόβον μέγαν καὶ εἶπον πρὸς αὐτόν· τί τοῦτο ἐποίησας; διότι ἔγνωσαν οἱ ἄνδρες, ὅτι ἐκ προσώπου Κυρίου ἦν φεύγων, ὅτι ἀπήγγειλεν αὐτοῖς.
11καὶ εἶπον πρὸς αὐτόν· τί ποιήσομέν σοι καὶ κοπάσει ἡ θάλασσα ἀφ᾿ ἡμῶν; ὅτι ἡ θάλασσα ἐπορεύετο καὶ ἐξήγειρε μᾶλλον κλύδωνα.
12καὶ εἶπεν Ἰωνᾶς πρὸς αὐτούς· ἄρατέ με καὶ ἐμβάλετέ με εἰς τὴν θάλασσαν, καὶ κοπάσει ἡ θάλασσα ἀφ᾿ ὑμῶν· διότι ἔγνωκα ἐγὼ ὅτι δι᾿ ἐμὲ ὁ κλύδων ὁ μέγας οὗτος ἐφ᾿ ὑμᾶς ἐστι.
13καὶ παρεβιάζοντο οἱ ἄνδρες τοῦ ἐπιστρέψαι πρὸς τὴν γῆν καὶ οὐκ ἠδύναντο, ὅτι ἡ θάλασσα ἐπορεύετο καὶ ἐξηγείρετο μᾶλλον ἐπ᾿ αὐτούς.
14καὶ ἀνεβόησαν πρὸς Κύριον καὶ εἶπαν· μηδαμῶς, Κύριε, μὴ ἀπολώμεθα ἕνεκεν τῆς ψυχῆς τοῦ ἀνθρώπου τούτου, καὶ μὴ δῷς ἐφ᾿ ἡμᾶς αἷμα δίκαιον, διότι σύ, Κύριε, ὃν τρόπον ἐβούλου, πεποίηκας.
15καὶ ἔλαβον τὸν Ἰωνᾶν καὶ ἐξέβαλον αὐτὸν εἰς τὴν θάλασσαν, καὶ ἔστη ἡ θάλασσα ἐκ τοῦ σάλου αὐτῆς.
16καὶ ἐφοβήθησαν οἱ ἄνδρες φόβῳ μεγάλῳ τὸν Κύριον καὶ ἔθησαν θυσίαν τῷ Κυρίῳ καὶ ηὔξαντο τὰς εὐχάς.