Joshua 18:28
καὶ Ἰεβοῦς (αὕτη ἐστὶν Ἱερουσαλὴμ) καὶ Γαβαωθιαρίμ, πόλεις δεκατρεῖς καὶ αἱ κῶμαι αὐτῶν. αὕτη ἡ κληρονομία υἱῶν Βενιαμὶν κατὰ δήμους αὐτῶν.
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
27καὶ Φιρὰ καὶ Καφὰν καὶ Νακὰν καὶ Σεληκὰν καὶ Θαρεηλὰ
Cross References
Numbers 26:54τοῖς πλείοσι πλεονάσεις τὴν κληρονομίαν καὶ τοῖς ἐλάττοσιν ἐλαττώσεις τὴν κληρονομίαν αὐτῶν· ἑκάστῳ καθὼς ἐπεσκέπησαν, δοθήσεται ἡ κληρονομία αὐτῶν.
Joshua 15:8καὶ ἀναβαίνει τὰ ὅρια εἰς φάραγγα Ὀνὸμ ἐπὶ νώτου Ἰεβοῦς ἀπὸ λιβὸς (αὕτη ἐστὶν Ἱερουσαλὴμ) καὶ διεκβάλλει τὰ ὅρια ἐπὶ κορυφὴν ὄρους, ἥ ἐστι κατὰ πρόσωπον φάραγγος Ὀνὸμ πρὸς θαλάσσης, ἥ ἐστιν ἐκ μέρους γῆς Ραφαΐν ἐπὶ βορρᾶ,
Joshua 18:16καὶ καταβήσεται τὰ ὅρια ἐπὶ μέρους τοῦ ὄρους, ὅ ἐστι κατὰ πρόσωπον νάπης Ὀννάμ, ὅ ἐστιν ἐκ μέρους Ἐμεκραφαΐν ἀπὸ βορρᾶ, καὶ καταβήσεται Γαίεννα ἐπὶ νῶτον Ἰεβουσαὶ ἀπὸ λιβὸς καὶ καταβήσεται ἐπὶ πηγὴν Ρωγὴλ
Judges 19:10καὶ οὐκ εὐδόκησεν ὁ ἀνὴρ αὐλισθῆναι καὶ ἀνέστη καὶ ἀπῆλθε καὶ ἦλθεν ἕως ἀπέναντι Ἰεβοὺς (αὕτη ἐστὶν Ἱερουσαλήμ), καὶ μετ᾿ αὐτοῦ ζεῦγος ὄνων ἐπισεσαγμένων, καὶ ἡ παλλακὴ αὐτοῦ μετ᾿ αὐτοῦ.
Judges 20:4καὶ ἀπεκρίθη ὁ ἀνὴρ ὁ Λευίτης, ὁ ἀνὴρ τῆς γυναικὸς τῆς φονευθείσης, καὶ εἶπεν· εἰς Γαβαὰ τῆς Βενιαμὶν ἦλθον ἐγὼ καὶ ἡ παλλακή μου τοῦ αὐλισθῆναι.
1 Samuel 13:15καὶ ἀνέστη Σαμουὴλ καὶ ἀπῆλθεν ἐκ Γαλγάλων εἰς ὁδὸν αὐτοῦ, καὶ τὸ κατάλειμμα τοῦ λαοῦ ἀνέβη ὀπίσω Σαοὺλ εἰς ἀπάντησιν ὀπίσω τοῦ λαοῦ τοῦ πολεμιστοῦ. αὐτῶν παραγενομένων ἐκ Γαλγάλων εἰς Γαβαὰ Βενιαμὶν καὶ ἐπεσκέψατο Σαοὺλ τὸν λαὸν τὸν εὑρεθέντα μετ᾿ αὐτοῦ ὡς ἑξακοσίους ἄνδρας.