Joshua 18:7
οὐ γάρ ἐστι μερὶς τοῖς υἱοῖς Λευὶ ἐν ὑμῖν, ἱερατεία γὰρ Κυρίου μερὶς αὐτοῦ· καὶ Γὰδ καὶ Ρουβὴν καὶ τὸ ἥμισυ φυλῆς Μανασσῆ ἐλάβοσαν τὴν κληρονομίαν αὐτῶν πέραν τοῦ Ἰορδάνου ἐπ' ἀνατολάς, ἣν ἔδωκεν αὐτοῖς Μωυσῆς ὁ παῖς Κυρίου.
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
Cross References
Numbers 18:23καὶ λειτουργήσει ὁ Λευίτης αὐτὸς τὴν λειτουργίαν τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ αὐτοὶ λήψονται τὰ ἁμαρτήματα αὐτῶν, νόμιμον αἰώνιον εἰς τὰς γενεὰς αὐτῶν· καὶ ἐν μέσῳ υἱῶν Ἰσραὴλ οὐ κληρονομήσουσι κληρονομίαν·
Deuteronomy 3:12καὶ τὴν γῆν ἐκείνην ἐκληρονομήσαμεν ἐν τῷ καιρῷ ἐκείνῳ ἀπὸ Ἀροήρ, ἥ ἐστι παρὰ τὸ χεῖλος χειμάρρου Ἀρνῶν, καὶ τὸ ἥμισυ τοῦ ὄρους Γαλαὰδ καὶ τὰς πόλεις αὐτοῦ ἔδωκα τῷ Ρουβὴν καὶ τῷ Γάδ.
Deuteronomy 10:9διὰ τοῦτο οὐκ ἔστι τοῖς Λευίταις μερὶς καὶ κλῆρος ἐν τοῖς ἀδελφοῖς αὐτῶν· Κύριος αὐτὸς κλῆρος αὐτοῦ, καθότι εἶπεν αὐτῷ.
Joshua 12:6Μωυσῆς ὁ παῖς Κυρίου καὶ υἱοὶ Ἰσραὴλ ἐπάταξαν αὐτούς, καὶ ἔδωκεν αὐτὴν Μωυσῆς ἐν κληρονομίᾳ Ρουβὴν καὶ Γὰδ καὶ τῷ ἡμίσει φυλῆς Μανασσῇ.
Joshua 13:14πλὴν τῆς φυλῆς Λευὶ οὐκ ἐδόθη κληρονομία· Κύριος ὁ Θεὸς Ἰσραήλ, οὗτος κληρονομία αὐτῶν, καθὰ εἶπεν αὐτοῖς Κύριος. καὶ οὗτος ὁ καταμερισμός, ὃν κατεμέρισε Μωυσῆς τοῖς υἱοῖς Ἰσραὴλ ἐν Ἀραβὼθ Μωὰβ ἐν τῷ πέραν τοῦ Ἰορδάνου κατὰ Ἱεριχώ.
Joshua 13:17καὶ πάσας τὰς πόλεις τὰς οὔσας ἐν τῇ Μισὼρ καὶ Δαιβὼν καὶ Βαμωθβάαλ καὶ οἴκου Βεελμὼν