The Bible Software
bible.software › Judges › Judges 14 › Judges 14:3

Judges 14:3

καὶ εἶπεν αὐτῷ ὁ πατὴρ αὐτοῦ καὶ ἡ μήτηρ αὐτοῦ· μὴ οὐκ εἰσὶ θυγατέρες τῶν ἀδελφῶν σου καὶ ἐκ παντὸς τοῦ λαοῦ μου γυνή, ὅτι σὺ πορεύῃ λαβεῖν γυναῖκα ἀπὸ τῶν ἀλλοφύλων τῶν ἀπεριτμήτων; καὶ εἶπε Σαμψὼν πρὸς τὸν πατέρα αὐτοῦ· ταύτην λάβε μοι, ὅτι αὔτη εὐθεῖα ἐν ὀφθαλμοῖς μου.

Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA

In The King James Version

Then his father and his mother said unto him, Is there never a woman among the daughters of thy brethren, or among all my people, that thou goest to take a wife of the uncircumcised Philistines? And Samson said unto his father, Get her for me; for she pleaseth me well.

In Context

2καὶ ἀνέβη καὶ ἀπήγγειλε τῷ πατρὶ αὐτοῦ καὶ τῇ μητρὶ αὐτοῦ καὶ εἶπε· γυναῖκα ἑώρακα ἐν Θαμναθὰ ἀπὸ τῶν θυγατέρων Φυλιστιΐμ, καὶ νῦν λάβετε αὐτὴν ἐμοὶ εἰς γυναῖκα.

4καὶ ὁ πατὴρ αὐτοῦ καὶ ἡ μήτηρ αὐτοῦ οὐκ ἔγνωσαν ὅτι παρὰ Κυρίου ἐστίν, ὅτι ἐκδίκησιν αὐτὸς ζητεῖ ἐκ τῶν ἀλλοφύλων· καὶ ἐν τῷ καιρῷ ἐκείνῳ οἱ ἀλλόφυλοι κυριεύοντες ἐν Ἰσραήλ.

Read all of Judges 14

Cross References

Genesis 21:3καὶ ἐκάλεσεν Ἁβραὰμ τὸ ὄνομα τοῦ υἱοῦ αὐτοῦ τοῦ γενομένου αὐτῷ, ὃν ἔτεκεν αὐτῷ Σάρρα, Ἰσαάκ.

Genesis 24:3καὶ ἐξορκιῶ σε Κύριον τὸν Θεὸν τοῦ οὐρανοῦ καὶ τὸν Θεὸν τῆς γῆς, ἵνα μὴ λάβῃς γυναῖκα τῷ υἱῷ μου Ἰσαὰκ ἀπὸ τῶν θυγατέρων τῶν Χαναναίων, μεθ᾿ ὧν ἐγὼ οἰκῶ ἐν αὐτοῖς,

Genesis 34:14καὶ εἶπαν αὐτοῖς Συμεὼν καὶ Λευὶ οἱ ἀδελφοὶ Δείνας· οὐ δυνησόμεθα ποιῆσαι τὸ ρῆμα τοῦτο, δοῦναι τὴν ἀδελφὴν ἡμῶν ἀνθρώπῳ, ὃς ἔχει ἀκροβυστίαν· ἔστι γὰρ ὄνειδος ἡμῖν.

Deuteronomy 7:2καὶ παραδώσει αὐτοὺς Κύριος ὁ Θεός σου εἰς τὰς χεῖράς σου καὶ πατάξεις αὐτούς, ἀφανισμῷ ἀφανιεῖς αὐτούς, οὐ διαθήσῃ πρὸς αὐτοὺς διαθήκην, οὐδὲ μὴ ἐλεήσητε αὐτούς,

Judges 15:18καὶ ἐδίψησε σφόδρα, καὶ ἔκλαυσε πρὸς Κύριον καὶ εἶπε· σὺ εὐδόκησας ἐν χειρὶ δούλου σου τὴν σωτηρίαν τὴν μεγάλην ταύτην, καὶ νῦν ἀποθανοῦμαι τῷ δίψει καὶ ἐμπεσοῦμαι ἐν χειρὶ τῶν ἀπεριτμήτων.

1 Samuel 17:26καὶ εἶπε Δαυὶδ πρὸς τοὺς ἄνδρας τοὺς συνεστηκότας μετ᾿ αὐτοῦ λέγων· ἢ ποιηθήσεται τῷ ἀνδρί, ὃς ἂν πατάξει τὸν ἀλλόφυλον ἐκεῖνον, καὶ ἀφελεῖ ὀνειδισμὸν ἀπὸ Ἰσραήλ; ὅτι τίς ἀλλόφυλος ὁ ἀπερίτμητος αὐτός, ὅτι ὠνείδισε παράταξιν Θεοῦ ζῶντος;

This Verse In Other Editions

King James VersionBíblia Portuguesa MundialLuther Bibel (Deutsch)Bible Louis Segond (Français)Библия (Русский)新标点和合本성경 (한국어)الكتاب المقدس باللغة العربية، فان دايكBibbia Diodati (Italiano)Kinh Thánh (Tiếng Việt)Biblia Cornilescu (Română)Polish Biblia Gdanska (1881)Statenvertaling (Nederlands)

Study Judges 14:3

Matthew HenryJamieson-Fausset-BrownAdam ClarkeJohn WesleyJohn CalvinKeil and DelitzschScofieldFamily Bible NotesGeneva Bible Notes (1599)
← Judges 14:2Judges 14Judges 14:4 →