Judges 16:5
καὶ ἀνέβησαν πρὸς αὐτὴν οἱ ἄρχοντες τῶν ἀλλοφύλων καὶ εἶπαν αὐτῇ· ἀπάτησον αὐτόν, καὶ ἰδὲ ἐν τίνι ἡ ἰσχὺς αὐτοῦ ἡ μεγάλη καὶ ἐν τίνι δυνησόμεθα αὐτῷ καὶ δήσομεν αὐτὸν τοῦ ταπεινῶσαι αὐτόν, καὶ ἡμεῖς δώσομέν σοι ἀνὴρ χιλίους καὶ ἑκατὸν ἀργυρίου.
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
4Καὶ ἐγένετο μετὰ τοῦτο καὶ ἠγάπησε γυναῖκα ἐν Ἀλσωρήχ, καὶ ὄνομα αὐτῇ Δαλιδά.
Cross References
Genesis 33:16ἀπέστρεψε δὲ Ἡσαῦ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ εἰς τὴν ὁδὸν αὐτοῦ εἰς Σηείρ.
Joshua 13:3ἀπὸ τῆς ἀοικήτου τῆς κατὰ πρόσωπον Αἰγύπτου ἕως τῶν ὁρίων Ἀκκαρὼν ἐξ εὐωνύμων τῶν Χαναναίων προσλογίζεται ταῖς πέντε σατραπείαις τῶν Φυλιστιείμ, τῷ Γαζαίῳ καὶ τῷ Ἀζωτίῳ καὶ τῷ Ἀσκαλωνίτῃ καὶ τῷ Γετθαίῳ καὶ τῷ Ἀκκαρωνίτῃ· καὶ τῷ Εὐαίῳ
Judges 14:15καὶ ἐγένετο ἐν τῇ ἡμέρᾳ τῇ τετάρτῃ καὶ εἶπαν τῇ γυναικὶ Σαμψών· ἀπάτησον δὴ τὸν ἄνδρα σου καὶ ἀπαγγειλάτω σοι τὸ πρόβλημα, μή ποτε κατακαύσωμέν σε καὶ τὸν οἶκον τοῦ πατρός σου ἐν πυρί· ἦ ἐκβιάσαι ἡμᾶς κεκλήκατε;
1 Samuel 29:6καὶ ἐκάλεσεν Ἀγχοῦς τὸν Δαυὶδ καὶ εἶπεν αὐτῷ· ζῇ Κύριος, ὅτι εὐθὴς σὺ καὶ ἀγαθὸς ἐν ὀφθαλμοῖς μου, καὶ ἡ ἔξοδός σου και ἡ εἴσοδός σου μετ᾿ ἐμοῦ ἐν τῇ παρεμβολῇ, καὶ ὅτι οὐχ εὕρηκα κατὰ σοῦ κακίαν ἀφ᾿ ἧς ἡμέρας ἥκεις πρός με ἕως τῆς σήμερον ἡμέρας· καὶ ἐν ὀφθαλμοῖς τῶν σατραπῶν οὐκ ἀγαθὸς σύ·
Proverbs 5:3μὴ πρόσεχε φαύλῃ γυναικί· μέλι γὰρ ἀποστάζει ἀπὸ χειλέων γυναικὸς πόρνης, ἣ πρὸς καιρὸν λιπαίνει σὸν φάρυγγα,
Proverbs 7:21ἀπεπλάνησε δὲ αὐτὸν πολλῇ ὁμιλίᾳ βρόχοις τε τοῖς ἀπὸ χειλέων ἐξώκειλεν αὐτόν.