Judges 6:31
καὶ εἶπε Γεδεὼν υἱὸς Ἰωὰς τοῖς ἀνδράσι πᾶσιν, οἳ ἐπανέστησαν αὐτῷ· μὴ ὑμεῖς νῦν δικάζεσθε ὑπὲρ τοῦ Βάαλ; ἢ ὑμεῖς σώσετε αὐτόν; ὃς ἐὰν δικάσηται αὐτῷ, θανατωθήτω ἕως πρωΐ· εἰ Θεός ἐστι, δικαζέσθω αὐτῷ, ὅτι καθεῖλε τὸ θυσιαστήριον αὐτοῦ.
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
Cross References
Numbers 14:6Ἰησοῦς δὲ ὁ τοῦ Ναυὴ καὶ Χάλεβ ὁ τοῦ Ἰεφοννή, τῶν κατασκεψαμένων τὴν γῆν, διέρρηξαν τὰ ἱμάτια αὐτῶν
Deuteronomy 17:2Ἐὰν δὲ εὑρεθῇ ἐν μιᾷ τῶν πόλεών σου, ὧν Κύριος ὁ Θεός σου δίδωσί σοι, ἀνὴρ ἢ γυνή, ὃς ποιήσει τὸ πονηρὸν ἐναντίον Κυρίου τοῦ Θεοῦ σου παρελθὓειν τὴν διαθήκην αὐτοῦ,
1 Kings 18:27καὶ ἐγένετο μεσημβρία καὶ ἐμυκτήρισεν αὐτοὺς Ἠλιοὺ ὁ Θεσβίτης καὶ εἶπεν· ἐπικαλεῖσθε ἐν φωνῇ μεγάλῃ, ὅτι θεός ἐστιν, ὅτι ἀδολεσχία αὐτῷ ἐστι, καὶ ἅμα μή ποτε χρηματίζει αὐτός, ἢ μή ποτε καθεύδει αὐτός, καὶ ἐξαναστήσεται.
1 Kings 18:40καὶ εἶπεν Ἠλιοὺ πρὸς τὸν λαόν· συλλάβετε τοὺς προφήτας τοῦ Βάαλ, μηδεὶς σωθήτω ἐξ αὐτῶν· καὶ συνέλαβον αὐτούς, καὶ κατάγει αὐτοὺς Ἠλιοὺ εἰς τὸν χειμάρρουν Κισσῶν καὶ ἔσφαξεν αὐτοὺς ἐκεῖ.
Isaiah 41:23ἀναγγείλατε ἡμῖν τὰ ἐπερχόμενα ἐπ᾿ ἐσχάτου, καὶ γνωσόμεθα ὅτι θεοί ἐστε· εὖ ποιήσατε καὶ κακώσατε, καὶ θαυμασόμεθα καὶ ὀψόμεθα ἅμα·
Isaiah 46:7αἴρουσιν αὐτὸ ἐπὶ τοῦ ὤμου, καὶ πορεύονται· ἐὰν δὲ θῶσιν αὐτό, ἐπὶ τοῦ τόπου αὐτοῦ μένει, οὐ μὴ κινηθῇ· καὶ ὡς ἐὰν βοήσῃ πρὸς αὐτόν, οὐ μὴ εἰσακούσῃ, ἀπὸ κακῶν οὐ μὴ σώση αὐτόν.