Leviticus 18:21
καὶ ἀπὸ τοῦ σπέρματός σου οὐ δώσεις λατρεύειν ἄρχοντι καὶ οὐ βεβηλώσεις τὸ ὄνομα τὸ ἅγιον· ἐγὼ Κύριος·
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
20καὶ πρὸς τὴν γυναῖκα τοῦ πλησίον σου οὐ δώσεις κοίτην σπέρματός σου, ἐκμιανθῆναι πρὸς αὐτήν.
22καὶ μετά ἄρσενος οὐ κοιμηθήσῃ κοίτην γυναικείαν, βέλυγμα γάρ ἐστι.
Cross References
Leviticus 20:2καὶ τοῖς υἱοῖς Ἰσραὴλ λαλήσεις· ἐάν τις ἀπὸ τῶν υἱῶν Ἰσραὴλ ἢ ἀπὸ τῶν γεγενημένων προσηλύτων ἐν Ἰσραήλ, ὃς ἂν δῷ τοῦ σπέρματος αὐτοῦ ἄρχοντι, θανάτῳ θανατούσθω· τὸ ἔθνος τὸ ἐπὶ τῆς γῆς λιθοβολήσουσιν αὐτὸν ἐν λίθοις.
Leviticus 21:6ἅγιοι ἔσονται τῷ Θεῷ αὐτῶν καὶ οὐ βεβηλώσουσι τὸ ὄνομα τοῦ Θεοῦ αὐτῶν· τὰς γὰρ θυσίας Κυρίου δῶρα τοῦ Θεοῦ αὐτῶν αὐτοὶ προσφέρουσι καὶ ἔσονται ἅγιοι.
Leviticus 22:32καὶ οὐ βεβηλώσετε τὸ ὄνομα τοῦ ἁγίου, καὶ ἁγιασθήσομαι ἐν μέσῳ τῶν υἱῶν Ἰσραήλ· ἐγὼ Κύριος ὁ ἁγιάζων ὑμᾶς,
Deuteronomy 12:31οὐ ποιήσεις οὕτω τῷ Θεῷ σου· τὰ γὰρ βδελύγματα Κυρίου, ἃ ἐμίσησεν, ἐποίησαν ἐν τοῖς θεοῖς αὐτῶν, ὅτι τοὺς υἱοὺς αὐτῶν καὶ τὰς θυγατέρας αὐτῶν κατακαίουσιν ἐν πυρὶ τοῖς θεοῖς αὐτῶν.
1 Kings 11:7καὶ οὕτως ἐποίησε πάσαις ταῖς γυναιξὶν αὐτοῦ ταῖς ἀλλοτρίαις, αἳ ἐθυμίων καὶ ἔθυον τοῖς εἰδώλοις αὐτῶν.
2 Kings 16:3καὶ ἐπορεύθη, ἐν ὁδῷ βασιλέων Ἰσραήλ, καί γε τὸν υἱὸν αὐτοῦ διῆγεν ἐν πυρὶ κατὰ τὰ βδελύγματα τῶν ἐθνῶν, ὧν ἐξῇρε Κύριος ἀπὸ προσώπου τῶν υἱῶν Ἰσραήλ,