Leviticus 18
1ΚΑΙ εἶπε Κύριος πρὸς Μωυσῆν λέγων·
2λάλησον τοῖς υἱοῖς Ἰσραὴλ καὶ ἐρεῖς πρὸς αὐτούς· ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν.
3κατά τὰ ἐπιτηδεύματα Αἰγύπτου, ἐν ᾗ κατῳκήσατε ἐπ᾿ αὐτῇ, οὐ ποιήσετε καὶ κατὰ τὰ ἐπιτηδεύματα γῆς Χαναάν, εἰς ἣν ἐγὼ εἰσάγω ὑμᾶς ἐκεῖ, οὐ ποιήσετε καὶ τοῖς νομίμοις αὐτῶν οὐ πορεύσεσθε.
4τὰ κρίματά μου ποιήσετε καὶ τὰ προστάγματά μου φυλάξεσθε καὶ πορεύεσθε ἐν αὐτοῖς· ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν.
5καὶ φυλάξεσθε πάντα τὰ προστάγματά μου καὶ πάντα τὰ κρίματά μου καὶ ποιήσετε αὐτά, ἃ ποιήσας αὐτά ἄνθρωπος ζήσεται ἐν αὐτοῖς· ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν.
6Ἄνθρωπος ἄνθρωπος πρὸς πάντα οἰκεῖα σαρκὸς αὐτοῦ οὐ προσελεύσεται ἀποκαλύψαι ἀσχημοσύνην· ἐγὼ Κύριος.
7ἀσχημοσύνην πατρός σου καὶ ἀσχημοσύνην μητρός σου οὐκ ἀποκαλύψεις, μήτηρ γάρ σού ἐστιν, οὐκ ἀποκαλύψεις τὴν ἀσχημοσύνην αὐτῆς.
8ἀσχημοσύνην γυναικὸς πατρός σου οὐκ ἀποκαλύψεις, ἀσχημοσύνη πατρὸς σού ἐστιν.
9ἀσχημοσύνην τῆς ἀδελφῆς σου ἐκ πατρός σου ἢ ἐκ μητρός σου ἐνδογενοῦς ἢ γεγεννημένης ἔξω, οὐκ ἀποκαλύψεις ἀσχημοσύνην αὐτῶν.
10ἀσχημοσύνην θυγατρὸς υἱοῦ σου ἢ θυγατρὸς θυγατρός σου οὐκ ἀποκαλύψεις τὴν ἀσχημοσύνην αὐτῶν, ὅτι σὴ ἀσχημοσύνη ἐστίν.
11ἀσχημοσύνην θυγατρὸς γυναικὸς πατρός σου οὐκ ἀποκαλύψεις, ὁμοπατρία ἀδελφή σού ἐστιν, οὐκ ἀποκαλύψεις τὴν ἀσχημοσύνην αὐτῆς.
12ἀσχημοσύνην ἀδελφῆς πατρός σου οὐκ ἀποκαλύψεις, οἰκεία γὰρ πατρός σού ἐστιν.
13ἀσχημοσύνην ἀδελφῆς μητρός σου οὐκ ἀποκαλύψεις, οἰκεία γὰρ μητρός σού ἐστιν.
14ἀσχημοσύνην ἀδελφοῦ τοῦ πατρός σου οὐκ ἀποκαλύψεις καὶ πρὸς τὴν γυναῖκα αὐτοῦ οὐκ εἰσελεύσῃ, συγγενής γάρ σού ἐστιν.
15ἀσχημοσύνην νύμφης σου οὐκ ἀποκαλύψεις, γυνὴ γὰρ υἱοῦ σού ἐστιν, οὐκ ἀποκαλύψεις τὴν ἀσχημοσύνην αὐτῆς.
16ἀσχημοσύνην γυναικὸς ἀδελφοῦ σου οὐκ ἀποκαλύψεις, ἀσχημοσύνη ἀδελφοῦ σού ἐστιν.
17ἀσχημοσύνην γυναικὸς καὶ θυγατρὸς αὐτῆς οὐκ ἀποκαλύψεις· τὴν θυγατέρα τοῦ υἱοῦ αὐτῆς καὶ τὴν θυγατέρα τῆς θυγατρὸς αὐτῆς οὐ λήψῃ ἀποκαλύψαι τὴν ἀσχημοσύνην αὐτῶν, οἰκεῖαι γὰρ σού εἰσιν· ἀσέβημά ἐστι.
18γυναῖκα ἐπ᾿ ἀδελφῇ αὐτῆς οὐ λήψῃ ἀντίζηλον ἀποκαλύψαι τήν ἀσχημοσύνην αὐτῆς ἐπ᾿ αὐτῇ, ἔτι ζώσης αὐτῆς.
19Καὶ πρὸς γυναῖκα ἐν χωρισμῷ ἀκαθαρσίας αὐτῆς οὐκ εἰσελεύσῃ ἀποκαλύψαι τὴν ἀσχημοσύνην αὐτῆς.
20καὶ πρὸς τὴν γυναῖκα τοῦ πλησίον σου οὐ δώσεις κοίτην σπέρματός σου, ἐκμιανθῆναι πρὸς αὐτήν.
21καὶ ἀπὸ τοῦ σπέρματός σου οὐ δώσεις λατρεύειν ἄρχοντι καὶ οὐ βεβηλώσεις τὸ ὄνομα τὸ ἅγιον· ἐγὼ Κύριος·
22καὶ μετά ἄρσενος οὐ κοιμηθήσῃ κοίτην γυναικείαν, βέλυγμα γάρ ἐστι.
23καὶ πρὸς πᾶν τετράπουν οὐ δώσεις τὴν κοίτην σου εἰς σπερματισμόν, ἐκμιανθῆναι πρὸς αὐτό. καὶ γυνὴ οὐ στήσεται πρὸς πᾶν τετράπουν βιβασθῆναι, μυσαρὸν γάρ ἐστι.
24Μὴ μιαίνεσθε ἐν πᾶσι τούτοις· ἐν πᾶσι γὰρ τούτοις ἐμιάνθησαν τὰ ἔθνη, ἃ ἐγὼ ἐξαποστέλλω πρὸ προσώπου ὑμῶν,
25καὶ ἐξεμιάνθη ἡ γῆ, καὶ ἀνταπέδωκα ἀδικίαν αὐτοῖς δι᾿ αὐτήν, καὶ προσώχθισεν ἡ γῆ τοῖς ἐγκαθημένοις ἐπ᾿ αὐτῆς.
26καὶ φυλάξεσθε πάντα τὰ νόμιμά μου καὶ πάντα τὰ προστάγματά μου, καὶ οὐ ποιήσετε ἀπὸ πάντων τῶν βδελυγμάτων τούτων, ὁ ἐγχώριος καὶ ὁ προσγενόμενος προσήλυτος ἐν ὑμῖν·
27πάντα γὰρ τὰ βδελύγματα ταῦτα ἐποίησαν οἱ ἄνθρωποι τῆς γῆς οἱ ὄντες πρότερον ὑμῶν, καὶ ἐμιάνθη ἡ γῆ.
28καὶ ἵνα μὴ προσοχθίσῃ ὑμῖν ἡ γῆ ἐν τῷ μιαίνειν ὑμᾶς αὐτήν, ὃν τρόπον προσώχθισε τοῖς ἔθνεσι τοῖς πρὸ ὑμῶν.
29ὅτι πᾶς, ὃς ἐὰν ποιήσῃ ἀπὸ πάντων τῶν βδελυγμάτων τούτων, ἐξολοθρευθήσονται αἱ ψυχαὶ αἱ ποιοῦσαι ἐκ τοῦ λαοῦ αὐτῶν.
30καὶ φυλάξετε τὰ προστάγματά μου, ὅπως μὴ ποιήσητε ἀπὸ πάντων τῶν νομίμων τῶν ἐβδελυγμένων, ἃ γέγονε πρὸ τοῦ ὑμᾶς, καὶ οὐ μιανθήσεσθε ἐν αὐτοῖς, ὅτι ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν.