Ψαλμός 80:6
μαρτύριον ἐν τῷ Ἰωσὴφ ἔθετο αὐτὸν ἐν τῷ ἐξελθεῖν αὐτὸν ἐκ γῆς Αἰγύπτου· γλῶσσαν, ἣν οὐκ ἔγνω, ἤκουσεν·
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
Thou makest us a strife unto our neighbours: and our enemies laugh among themselves.
In Context
5ὅτι πρόσταγμα τῷ Ἰσραήλ ἐστι καὶ κρῖμα τῷ Θεῷ Ἰακώβ.
7ἀπέστησεν ἀπὸ ἄρσεων τὸν νῶτον αὐτοῦ, αἱ χεῖρες αὐτοῦ ἐν τῷ κοφίνῳ ἐδούλευσαν.
Cross References
Psalms 42:4καὶ εἰσελεύσομαι πρὸς τὸ θυσιαστήριον τοῦ Θεοῦ, πρὸς τὸν Θεὸν τὸν εὐφραίνοντα τὴν νεότητά μου· ἐξομολογήσομαί σοι ἐν κιθάρᾳ, ὁ Θεός, ὁ Θεός μου.
Psalms 79:4ὁ Θεός, ἐπίστρεψον ἡμᾶς καὶ ἐπίφανον τὸ πρόσωπόν σου καὶ σωθησόμεθα.
Isaiah 36:12καὶ εἶπε πρὸς αὐτοὺς Ραψάκης· μὴ πρὸς τὸν Κύριον ὑμῶν ἢ πρὸς ὑμᾶς ἀπέσταλκέ με ὁ κύριός μου λαλῆσαι τοὺς λόγους τούτους; οὐχὶ πρὸς τοὺς ἀνθρώπους τοὺς καθημένους ἐπὶ τῷ τείχει, ἵνα φάγωσι κόπρον καὶ πίωσιν οὖρον μεθ᾿ ὑμῶν ἅμα;
Jeremiah 15:10Οἴμοι ἐγὼ μῆτερ, ὡς τίνα με ἔτεκες; ἄνδρα δικαζόμενον καὶ διακρινόμενον πάσῃ τῇ γῇ· οὔτε ὠφέλησα, οὔτε ὠφέλησέ με οὐδείς· ἡ ἰσχύς μου ἐξέλιπεν ἐν τοῖς καταρωμένοις με.
Ezekiel 36:4διὰ τοῦτο ὄρη Ἰσραήλ, ἀκούσατε λόγον Κυρίου· τάδε λέγει Κύριος τοῖς ὄρεσι καὶ τοῖς βουνοῖς καὶ τοῖς χειμάρροις καὶ ταῖς φάραγξι καὶ τοῖς ἐξηρημωμένοις καὶ ἠφανισμένοις καὶ ταῖς πόλεσι ταῖς ἐγκαταλελειμμέναις, αἳ ἐγένοντο εἰς προνομὴν καὶ εἰς καταπάτημα τοῖς καταλειφθεῖσιν ἔθνεσι περικύκλῳ·