Ruth 2:13
ἡ δὲ εἶπεν· εὕροιμι χάριν ἐν ὀφθαλμοῖς σου, κύριε, ὅτι παρεκάλεσάς με καὶ ὅτι ἐλάλησας ἐπὶ καρδίαν τῆς δούλης σου, καὶ ἰδοὺ ἐγὼ ἔσομαι ὡς μία τῶν παιδισκῶν σου.
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
Cross References
Genesis 33:8καὶ εἶπε· τί ταῦτά σοι ἐστί, πᾶσαι αἱ παρεμβολαί αὗται, αἷς ἀπήντηκα; ὁ δὲ εἶπεν· ἵνα εὕρῃ ὁ παῖς σου χάριν ἐναντίον σου, κύριε.
Genesis 33:15εἶπε δὲ Ἡσαῦ· καταλείψω μετὰ σοῦ ἀπὸ τοῦ λαοῦ τοῦ μετ᾿ ἐμοῦ. ὁ δὲ εἶπεν· ἱνατί τοῦτο; ἱκανόν, ὅτι εὗρον χάριν ἐναντίον σου, κύριε.
Genesis 43:14Λαβόντες δὲ οἱ ἄνδρες τὰ δῶρα ταῦτα καὶ τὸ ἀργύριον διπλοῦν ἔλαβον ἐν ταῖς χερσὶν αὐτῶν καὶ τὸν Βενιαμὶν καὶ ἀναστάντες κατέβησαν εἰς Αἴγυπτον καὶ ἔστησαν ἐναντίον Ἰωσήφ.
1 Samuel 1:18καὶ εἶπεν· εὗρεν ἡ δούλη σου χάριν ἐν ὀφθαλμοῖς σου. καὶ ἐπορεύθη ἡ γυνὴ εἰς τὴν ὁδὸν αὐτῆς καὶ εἰσῆλθεν εἰς τὸ κατάλυμα αὐτῆς καὶ ἔφαγε μετὰ τοῦ ἀνδρὸς αὐτῆς καὶ ἔπιε, καὶ τὸ πρόσωπον αὐτῆς οὐ συνέπεσεν ἔτι.
2 Samuel 16:4καὶ εἶπεν ὁ βασιλεὺς τῷ Σιβά· ἰδού σοι πάντα, ὅσα ἐστὶ Μεμφιβοσθέ. καὶ εἶπε Σιβὰ προσκυνήσας· εὕροιμι χάριν ἐν ὀφθαλμοῖς σου, κύριέ μου βασιλεῦ.
Hosea 2:16Διὰ τοῦτο ἰδοὺ ἐγὼ πλανῶ αὐτὴν καὶ τάξω αὐτὴν ὡς ἔρημον καὶ λαλήσω ἐπὶ τὴν καρδίαν αὐτῆς