Α' Ἐπιστολή πρὸς Θεσσαλονικεῖς 1:3
ἀδιαλείπτως μνημονεύοντες ὑμῶν τοῦ ἔργου τῆς πίστεως, καὶ τοῦ κόπου τῆς ἀγάπης, καὶ τῆς ὑπομονῆς τῆς ἐλπίδος τοῦ κυρίου ἡμῶν Ἰησοῦ χριστοῦ, ἔμπροσθεν τοῦ θεοῦ καὶ πατρὸς ἡμῶν·
Η Καινή Διαθήκη
In The King James Version
In Context
2Εὐχαριστοῦμεν τῷ θεῷ πάντοτε ⸂περὶ πάντων ὑμῶν, μνείαν ὑμῶν ποιούμενοι⸃ ἐπὶ τῶν προσευχῶν ἡμῶν,
4εἰδότες, ἀδελφοὶ ἠγαπημένοι ὑπὸ ⸆ θεοῦ, τὴν ἐκλογὴν ὑμῶν·
Read all of Α' Ἐπιστολή πρὸς Θεσσαλονικεῖς 1
Cross References
John 14:15Ἐὰν ἀγαπᾶτέ με, τὰς ἐντολὰς τὰς ἐμὰς ⸂τηρήσατε.⸃
John 15:10Ἐὰν τὰς ἐντολάς μου τηρήσητε, μενεῖτε ἐν τῇ ἀγάπῃ μου· καθὼς ἐγὼ ⸂τὰς ἐντολὰς τοῦ πατρός μου⸃ τετήρηκα, καὶ μένω αὐτοῦ ἐν τῇ ἀγάπῃ.
Acts 3:19Μετανοήσατε οὖν καὶ ἐπιστρέψατε, ⸂εἰς⸃ τὸ ἐξαλειφθῆναι ὑμῶν τὰς ἁμαρτίας, ὅπως ἂν ἔλθωσιν καιροὶ ἀναψύξεως ἀπὸ προσώπου τοῦ κυρίου,
Romans 2:7τοῖς μὲν καθ᾽ ὑπομονὴν ἔργου ἀγαθοῦ δόξαν καὶ τιμὴν καὶ ἀφθαρσίαν ζητοῦσιν, ζωὴν αἰώνιον·