Α' Ἐπιστολή πρὸς Θεσσαλονικεῖς 1:6
Καὶ ὑμεῖς μιμηταὶ ἡμῶν ἐγενήθητε καὶ τοῦ κυρίου, δεξάμενοι τὸν λόγον ἐν θλίψει πολλῇ μετὰ χαρᾶς πνεύματος ἁγίου,
Η Καινή Διαθήκη
In The King James Version
In Context
7ὥστε γενέσθαι ὑμᾶς ⸂τύπους⸃ πᾶσιν τοῖς πιστεύουσιν ⸂ 2ἐν τῇ Μακεδονίᾳ καὶ τῇ Ἀχαΐᾳ.
Read all of Α' Ἐπιστολή πρὸς Θεσσαλονικεῖς 1
Cross References
Matthew 16:24Τότε ὁ Ἰησοῦς εἶπεν τοῖς μαθηταῖς αὐτοῦ, Εἴ τις θέλει ὀπίσω μου ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτόν, καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθείτω μοι.
John 8:12Πάλιν οὖν ⸉αὐτοῖς ὁ Ἰησοῦς ἐλάλησεν⸊ λέγων, Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου· ὁ ἀκολουθῶν ⸂ἐμοὶ⸃ οὐ μὴ ⸂ 2περιπατήσῃ⸃ ἐν τῇ σκοτίᾳ, ἀλλ᾽ ἕξει τὸ φῶς τῆς ζωῆς.
John 14:16Καὶ ἐγὼ ἐρωτήσω τὸν πατέρα, καὶ ἄλλον παράκλητον δώσει ὑμῖν, ἵνα ⸂μένῃ μεθ᾽ ὑμῶν εἰς τὸν αἰῶνα,⸃
Acts 9:31⸂Αἱ μὲν οὖν ἐκκλησίαι καθ᾽ ὅλης τῆς Ἰουδαίας καὶ Γαλιλαίας καὶ Σαμαρείας εἶχον εἰρήνην οἰκοδομούμεναι, καὶ πορευόμεναι τῷ φόβῳ τοῦ κυρίου καὶ τῇ παρακλήσει τοῦ ἁγίου πνεύματος ἐπληθύνοντο.⸃
Acts 17:5⸂Προσλαβόμενοι δὲ οἱ Ἰουδαῖοι οἱ ἀπειθοῦντες,⸃ τῶν ἀγοραίων ⸉τινὰς ἄνδρας⸊ πονηρούς, καὶ ὀχλοποιήσαντες, ἐθορύβουν τὴν πόλιν· ⸂ 2ἐπιστάντες τε⸃ τῇ οἰκίᾳ Ἰάσονος, ἐζήτουν αὐτοὺς ⸂ 3ἀγαγεῖν⸃ εἰς τὸν δῆμον.
Romans 8:16Αὐτὸ τὸ πνεῦμα συμμαρτυρεῖ τῷ πνεύματι ἡμῶν, ὅτι ἐσμὲν τέκνα θεοῦ·