Α’ Ἐπιστολὴ πρὸς Τῑμόθεον 6:13
Παραγγέλλω ⸋σοι⸌ ἐνώπιον τοῦ θεοῦ τοῦ ⸂ζῳοποιοῦντος⸃ τὰ πάντα, καὶ χριστοῦ Ἰησοῦ τοῦ μαρτυρήσαντος ἐπὶ Ποντίου Πιλάτου τὴν καλὴν ὁμολογίαν,
Η Καινή Διαθήκη
In The King James Version
In Context
14τηρῆσαί σε τὴν ἐντολὴν ἄσπιλον, ἀνεπίληπτον, μέχρι τῆς ἐπιφανείας τοῦ κυρίου ἡμῶν Ἰησοῦ χριστοῦ,
Read all of Α’ Ἐπιστολὴ πρὸς Τῑμόθεον 6
Cross References
John 5:21Ὥσπερ γὰρ ὁ πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζῳοποιεῖ, οὕτως καὶ ὁ υἱὸς οὓς θέλει ζῳοποιεῖ.
John 14:6Λέγει αὐτῷ ⸋ὁ⸌ Ἰησοῦς, Ἐγώ εἰμι ἡ ὁδὸς καὶ ἡ ἀλήθεια καὶ ἡ ζωή· οὐδεὶς ἔρχεται πρὸς τὸν πατέρα, εἰ μὴ δι᾽ ἐμοῦ.
John 18:36Ἀπεκρίθη ⸆ Ἰησοῦς, Ἡ βασιλεία ἡ ἐμὴ οὐκ ἔστιν ἐκ τοῦ κόσμου τούτου· εἰ ἐκ τοῦ κόσμου τούτου ἦν ἡ βασιλεία ἡ ἐμή, οἱ ὑπηρέται ⸉ἂν οἱ ἐμοὶ ἠγωνίζοντο,⸊ ἵνα μὴ παραδοθῶ τοῖς Ἰουδαίοις· νῦν δὲ ἡ βασιλεία ἡ ἐμὴ οὐκ ἔστιν ἐντεῦθεν.
Acts 17:25οὐδὲ ὑπὸ χειρῶν ⸂ἀνθρώπων⸃ θεραπεύεται, προσδεόμενός τινος, αὐτὸς διδοὺς πᾶσιν ζωὴν καὶ πνοὴν ⸂ 2κατὰ⸃ πάντα·
1 Timothy 5:21Διαμαρτύρομαι ἐνώπιον τοῦ θεοῦ καὶ ⸂κυρίου Ἰησοῦ χριστοῦ⸃ καὶ τῶν ἐκλεκτῶν ἀγγέλων, ἵνα ταῦτα φυλάξῃς χωρὶς προκρίματος, μηδὲν ποιῶν κατὰ πρόσκλησιν.