2 Corinthians 1:19
Ὁ ⸉γὰρ τοῦ θεοῦ⸊ υἱὸς ⸉ 2Ἰησοῦς χριστὸς⸊ ὁ ἐν ὑμῖν δι᾽ ἡμῶν κηρυχθείς, δι᾽ ἐμοῦ καὶ Σιλουανοῦ καὶ Τιμοθέου, οὐκ ἐγένετο Ναὶ καὶ Οὔ, ἀλλὰ Ναὶ ἐν αὐτῷ γέγονεν.
Η Καινή Διαθήκη
In The King James Version
In Context
18Πιστὸς δὲ ὁ θεός, ὅτι ὁ λόγος ἡμῶν ὁ πρὸς ὑμᾶς οὐκ ⸂ἐγένετο⸃ Ναὶ καὶ οὔ.
20Ὅσαι γὰρ ἐπαγγελίαι θεοῦ, ἐν αὐτῷ τὸ Ναί, ⸆ καὶ ⸂ἐν αὐτῷ⸃ τὸ Ἀμήν, τῷ θεῷ πρὸς δόξαν δι᾽ ἡμῶν.
Cross References
Matthew 3:17Καὶ ἰδού, φωνὴ ἐκ τῶν οὐρανῶν, λέγουσα, Οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ εὐδόκησα.
Matthew 17:5Ἔτι αὐτοῦ λαλοῦντος, ἰδού, νεφέλη φωτεινὴ ἐπεσκίασεν αὐτούς· καὶ ἰδού, φωνὴ ἐκ τῆς νεφέλης, λέγουσα, Οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ εὐδόκησα· ⸉αὐτοῦ ἀκούετε.⸊
Matthew 26:63Ὁ δὲ Ἰησοῦς ἐσιώπα. Καὶ ⸋ἀποκριθεὶς⸌ ὁ ἀρχιερεὺς εἶπεν αὐτῷ, Ἐξορκίζω σε κατὰ τοῦ θεοῦ τοῦ ζῶντος, ἵνα ἡμῖν εἴπῃς εἰ σὺ εἶ ὁ χριστός, ὁ υἱὸς τοῦ θεοῦ.
Matthew 27:54Ὁ δὲ ἑκατόνταρχος καὶ οἱ μετ᾽ αὐτοῦ τηροῦντες τὸν Ἰησοῦν, ἰδόντες τὸν σεισμὸν καὶ τὰ ⸂γενόμενα,⸃ ἐφοβήθησαν σφόδρα, λέγοντες, Ἀληθῶς ⸉θεοῦ υἱὸς⸊ ἦν οὗτος.
Luke 1:35Καὶ ἀποκριθεὶς ὁ ἄγγελος εἶπεν αὐτῇ, Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σέ, καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι· διὸ καὶ τὸ γεννώμενον ἅγιον κληθήσεται υἱὸς θεοῦ.