Πράξεις Ἀποστόλων 16:18
Τοῦτο δὲ ἐποίει ἐπὶ πολλὰς ἡμέρας. Διαπονηθεὶς δὲ ⸋ὁ⸌ Παῦλος, καὶ ἐπιστρέψας, τῷ πνεύματι εἶπεν, Παραγγέλλω σοι ἐν ⸋ 2τῷ⸌ ὀνόματι Ἰησοῦ χριστοῦ, ἐξελθεῖν ἀπ᾽ αὐτῆς. Καὶ ἐξῆλθεν αὐτῇ τῇ ὥρᾳ.
Η Καινή Διαθήκη
In The King James Version
In Context
Read all of Πράξεις Ἀποστόλων 16
Cross References
Mark 1:34Καὶ ἐθεράπευσεν πολλοὺς κακῶς ἔχοντας ποικίλαις νόσοις, καὶ δαιμόνια πολλὰ ἐξέβαλεν, καὶ οὐκ ἤφιεν λαλεῖν τὰ δαιμόνια, ὅτι ᾔδεισαν αὐτόν. ⸆
Mark 16:17Σημεῖα δὲ τοῖς πιστεύσασιν ⸂ταῦτα παρακολουθήσει·⸃ ἐν τῷ ὀνόματί μου δαιμόνια ἐκβαλοῦσιν· γλώσσαις λαλήσουσιν ⸋καιναῖς·⸌
Luke 10:17Ὑπέστρεψαν δὲ οἱ ⸂ἑβδομήκοντα⸃ μετὰ χαρᾶς, λέγοντες, Κύριε, καὶ τὰ δαιμόνια ὑποτάσσεται ἡμῖν ἐν τῷ ὀνόματί σου.
Acts 9:34Καὶ εἶπεν αὐτῷ ὁ Πέτρος, Αἰνέα, ἰᾶταί σε ⸂Ἰησοῦς ὁ χριστός·⸃ ἀνάστηθι καὶ στρῶσον σεαυτῷ. Καὶ εὐθέως ἀνέστη.
Acts 19:12ὥστε καὶ ἐπὶ τοὺς ἀσθενοῦντας ⸂ἐπιφέρεσθαι⸃ ἀπὸ τοῦ χρωτὸς αὐτοῦ σουδάρια ἢ σιμικίνθια, καὶ ἀπαλλάσσεσθαι ἀπ᾽ αὐτῶν τὰς νόσους, τά τε πνεύματα τὰ πονηρὰ ⸂ 2ἐξέρχεσθαι⸃ ⸋ἀπ᾽ αὐτῶν.⸌