Εὐαγγέλιον κατὰ Μᾶρκον 16:17
Σημεῖα δὲ τοῖς πιστεύσασιν ⸂ταῦτα παρακολουθήσει·⸃ ἐν τῷ ὀνόματί μου δαιμόνια ἐκβαλοῦσιν· γλώσσαις λαλήσουσιν ⸋καιναῖς·⸌
Η Καινή Διαθήκη
In The King James Version
In Context
16Ὁ πιστεύσας καὶ βαπτισθεὶς σωθήσεται· ὁ δὲ ἀπιστήσας κατακριθήσεται.
Read all of Εὐαγγέλιον κατὰ Μᾶρκον 16
Cross References
Mark 9:38⸂Ἀπεκρίθη⸃ ⸋δὲ⸌ αὐτῷ ⸆ Ἰωάννης, ⸋ 2λέγων,⸌ Διδάσκαλε, εἴδομέν τινα ⸆ 2 τῷ ὀνόματί σου ἐκβάλλοντα δαιμόνια, ⸋ 3ὃς οὐκ ἀκολουθεῖ ἡμῖν·⸌ καὶ ⸂ 2ἐκωλύσαμεν⸃ αὐτόν, ὅτι οὐκ ⸂ 3ἀκολουθεῖ⸃ ἡμῖν.
John 14:12Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὁ πιστεύων εἰς ἐμέ, τὰ ἔργα ἃ ἐγὼ ποιῶ κἀκεῖνος ποιήσει, καὶ μείζονα τούτων ποιήσει· ὅτι ἐγὼ πρὸς τὸν πατέρα ⸋μου⸌ πορεύομαι.
Acts 2:33Τῇ δεξιᾷ οὖν τοῦ θεοῦ ὑψωθείς, τήν τε ἐπαγγελίαν ⸂τοῦ ἁγίου πνεύματος⸃ λαβὼν παρὰ τοῦ πατρός, ἐξέχεεν τοῦτο ὃ ⸋νῦν⸌ ὑμεῖς ⸆ βλέπετε καὶ ἀκούετε.
Acts 8:7⸂Πολλῶν⸃ γὰρ τῶν ἐχόντων πνεύματα ἀκάθαρτα, βοῶντα ⸉φωνῇ μεγάλῃ⸊ ⸂ 2ἐξήρχετο·⸃ πολλοὶ δὲ παραλελυμένοι καὶ χωλοὶ ἐθεραπεύθησαν.
Acts 16:18Τοῦτο δὲ ἐποίει ἐπὶ πολλὰς ἡμέρας. Διαπονηθεὶς δὲ ⸋ὁ⸌ Παῦλος, καὶ ἐπιστρέψας, τῷ πνεύματι εἶπεν, Παραγγέλλω σοι ἐν ⸋ 2τῷ⸌ ὀνόματι Ἰησοῦ χριστοῦ, ἐξελθεῖν ἀπ᾽ αὐτῆς. Καὶ ἐξῆλθεν αὐτῇ τῇ ὥρᾳ.
Acts 19:12ὥστε καὶ ἐπὶ τοὺς ἀσθενοῦντας ⸂ἐπιφέρεσθαι⸃ ἀπὸ τοῦ χρωτὸς αὐτοῦ σουδάρια ἢ σιμικίνθια, καὶ ἀπαλλάσσεσθαι ἀπ᾽ αὐτῶν τὰς νόσους, τά τε πνεύματα τὰ πονηρὰ ⸂ 2ἐξέρχεσθαι⸃ ⸋ἀπ᾽ αὐτῶν.⸌