Κατά Ιωάννην Ευαγγέλιον 14:12
Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὁ πιστεύων εἰς ἐμέ, τὰ ἔργα ἃ ἐγὼ ποιῶ κἀκεῖνος ποιήσει, καὶ μείζονα τούτων ποιήσει· ὅτι ἐγὼ πρὸς τὸν πατέρα ⸋μου⸌ πορεύομαι.
Η Καινή Διαθήκη
In The King James Version
In Context
11Πιστεύετέ μοι ὅτι ἐγὼ ἐν τῷ πατρί, καὶ ὁ πατὴρ ἐν ἐμοί· εἰ δὲ μή, διὰ τὰ ἔργα αὐτὰ πιστεύετέ ⸋μοι.⸌
13Καὶ ὅ τι ἂν αἰτήσητε ἐν τῷ ὀνόματί μου, τοῦτο ποιήσω, ἵνα δοξασθῇ ὁ πατὴρ ἐν τῷ υἱῷ.
Read all of Κατά Ιωάννην Ευαγγέλιον 14
Cross References
Matthew 21:21Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς, Ἀμὴν λέγω ὑμῖν, ἐὰν ἔχητε πίστιν, καὶ μὴ διακριθῆτε, οὐ μόνον τὸ τῆς συκῆς ποιήσετε, ἀλλὰ κἂν τῷ ὄρει τούτῳ εἴπητε, Ἄρθητι καὶ βλήθητι εἰς τὴν θάλασσαν, γενήσεται.
Mark 16:17Σημεῖα δὲ τοῖς πιστεύσασιν ⸂ταῦτα παρακολουθήσει·⸃ ἐν τῷ ὀνόματί μου δαιμόνια ἐκβαλοῦσιν· γλώσσαις λαλήσουσιν ⸋καιναῖς·⸌
John 7:33Εἶπεν οὖν ⸆ ὁ Ἰησοῦς, Ἔτι ⸉μικρὸν χρόνον⸊ μεθ᾽ ὑμῶν εἰμι, καὶ ὑπάγω πρὸς τὸν πέμψαντά με.
John 14:28Ἠκούσατε ὅτι ἐγὼ εἶπον ὑμῖν, Ὑπάγω καὶ ἔρχομαι πρὸς ὑμᾶς. Εἰ ἠγαπᾶτέ με, ἐχάρητε ἂν ὅτι ⸋εἶπον,⸌ Πορεύομαι πρὸς τὸν πατέρα· ὅτι ὁ πατήρ ⸋ 2μου⸌ μείζων μού ἐστιν.
Acts 2:4Καὶ ἐπλήσθησαν ⸂ἅπαντες⸃ πνεύματος ἁγίου, καὶ ἤρξαντο λαλεῖν ἑτέραις γλώσσαις, καθὼς τὸ πνεῦμα ἐδίδου ⸉αὐτοῖς ἀποφθέγγεσθαι.⸊
Acts 2:41Οἱ μὲν οὖν ⸋ἀσμένως⸌ ἀποδεξάμενοι τὸν λόγον αὐτοῦ ἐβαπτίσθησαν· καὶ προσετέθησαν ⸆ τῇ ἡμέρᾳ ἐκείνῃ ψυχαὶ ὡσεὶ τρισχίλιαι.