Κατά Ιωάννην Ευαγγέλιον 3:13
Καὶ οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανόν, εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς, ὁ υἱὸς τοῦ ἀνθρώπου ⸋ὁ ὢν ἐν τῷ οὐρανῷ.⸌
Η Καινή Διαθήκη
In The King James Version
In Context
12Εἰ τὰ ἐπίγεια εἶπον ὑμῖν καὶ οὐ πιστεύετε, πῶς, ἐὰν εἴπω ὑμῖν τὰ ἐπουράνια, πιστεύσετε;
14Καὶ καθὼς Μωσῆς ὕψωσεν τὸν ὄφιν ἐν τῇ ἐρήμῳ, οὕτως ὑψωθῆναι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου·
Read all of Κατά Ιωάννην Ευαγγέλιον 3
Cross References
Matthew 28:20διδάσκοντες αὐτοὺς τηρεῖν πάντα ὅσα ἐνετειλάμην ὑμῖν· καὶ ἰδού, ἐγὼ μεθ᾽ ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος. ⸋Ἀμήν.⸌
John 1:18Θεὸν οὐδεὶς ἑώρακεν πώποτε· ⸋ὁ⸌ μονογενὴς ⸂υἱός,⸃ ὁ ὢν εἰς τὸν κόλπον τοῦ πατρός, ἐκεῖνος ἐξηγήσατο.
John 6:33Ὁ γὰρ ἄρτος τοῦ θεοῦ ἐστιν ὁ καταβαίνων ἐκ τοῦ οὐρανοῦ καὶ ζωὴν διδοὺς τῷ κόσμῳ.
John 6:42Καὶ ἔλεγον, ⸂Οὐχ⸃ οὗτός ἐστιν Ἰησοῦς ὁ υἱὸς Ἰωσήφ, οὗ ἡμεῖς οἴδαμεν τὸν πατέρα καὶ τὴν μητέρα; Πῶς ⸂ 2οὖν⸃ λέγει ⸋οὗτος⸌ ὅτι Ἐκ τοῦ οὐρανοῦ καταβέβηκα;
John 6:51Ἐγώ εἰμι ὁ ἄρτος ὁ ζῶν, ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς· ἐάν τις φάγῃ ἐκ τούτου τοῦ ἄρτου, ⸂ζήσεται⸃ εἰς τὸν αἰῶνα. Καὶ ⸂ 2ὁ ἄρτος δὲ ὃν ἐγὼ δώσω, ἡ σάρξ μου ἐστίν, ἣν ἐγὼ δώσω⸃ ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς.