Εὐαγγέλιον κατὰ Λουκᾶν 24:30
Καὶ ἐγένετο ἐν τῷ κατακλιθῆναι αὐτὸν μετ᾽ αὐτῶν, λαβὼν τὸν ἄρτον εὐλόγησεν, καὶ κλάσας ἐπεδίδου αὐτοῖς.
Η Καινή Διαθήκη
In The King James Version
In Context
31Αὐτῶν δὲ διηνοίχθησαν οἱ ὀφθαλμοί, καὶ ἐπέγνωσαν αὐτόν· καὶ αὐτὸς ἄφαντος ἐγένετο ἀπ᾽ αὐτῶν.
Read all of Εὐαγγέλιον κατὰ Λουκᾶν 24
Cross References
Matthew 14:19Καὶ κελεύσας τοὺς ὄχλους ἀνακλιθῆναι ἐπὶ ⸂τοὺς χόρτους,⸃ ⸆ λαβὼν τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας, ἀναβλέψας εἰς τὸν οὐρανόν, εὐλόγησεν, καὶ κλάσας ἔδωκεν τοῖς μαθηταῖς τοὺς ἄρτους, οἱ δὲ μαθηταὶ τοῖς ὄχλοις.
Matthew 26:26Ἐσθιόντων δὲ αὐτῶν, λαβὼν ὁ Ἰησοῦς ⸋τὸν⸌ ἄρτον, καὶ ⸂εὐχαριστήσας,⸃ ἔκλασεν καὶ ⸂ 2ἐδίδου τοῖς μαθηταῖς, καὶ⸃ εἶπεν, Λάβετε, φάγετε· τοῦτό ἐστιν τὸ σῶμά μου.
Mark 8:6Καὶ ⸂παρήγγειλεν⸃ τῷ ὄχλῳ ἀναπεσεῖν ἐπὶ τῆς γῆς· καὶ λαβὼν τοὺς ἑπτὰ ἄρτους, ⸆ εὐχαριστήσας ἔκλασεν καὶ ἐδίδου τοῖς μαθηταῖς αὐτοῦ, ἵνα ⸂ 2παραθῶσιν·⸃ καὶ παρέθηκαν τῷ ὄχλῳ.
Luke 9:16Λαβὼν δὲ τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας, ἀναβλέψας εἰς τὸν οὐρανόν, εὐλόγησεν αὐτούς, καὶ κατέκλασεν, καὶ ἐδίδου τοῖς μαθηταῖς ⸂παρατιθέναι⸃ τῷ ὄχλῳ.
Luke 24:35Καὶ αὐτοὶ ἐξηγοῦντο τὰ ἐν τῇ ὁδῷ, καὶ ὡς ἐγνώσθη αὐτοῖς ἐν τῇ κλάσει τοῦ ἄρτου.
Acts 27:35Εἰπὼν δὲ ταῦτα, καὶ λαβὼν ἄρτον, εὐχαρίστησεν τῷ θεῷ ἐνώπιον πάντων· καὶ κλάσας ἤρξατο ἐσθίειν.