Εὐαγγέλιον κατὰ Μᾶρκον 8:34
Καὶ προσκαλεσάμενος τὸν ὄχλον σὺν τοῖς μαθηταῖς αὐτοῦ, εἶπεν αὐτοῖς, ⸂Ὅστις⸃ θέλει ὀπίσω μου ⸂ 2ἀκολουθεῖν,⸃ ἀπαρνησάσθω ἑαυτόν, καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθείτω μοι.
Η Καινή Διαθήκη
In The King James Version
In Context
Read all of Εὐαγγέλιον κατὰ Μᾶρκον 8
Cross References
Matthew 7:13Εἰσέλθετε διὰ τῆς στενῆς πύλης· ὅτι πλατεῖα ⸋ἡ πύλη,⸌ καὶ εὐρύχωρος ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ἀπώλειαν, καὶ πολλοί εἰσιν οἱ εἰσερχόμενοι δι᾽ αὐτῆς·
Matthew 16:24Τότε ὁ Ἰησοῦς εἶπεν τοῖς μαθηταῖς αὐτοῦ, Εἴ τις θέλει ὀπίσω μου ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτόν, καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθείτω μοι.
Mark 7:14Καὶ προσκαλεσάμενος ⸂πάντα⸃ τὸν ὄχλον, ἔλεγεν αὐτοῖς, ⸂ 2Ἀκούετέ μου πάντες, καὶ συνίετε.⸃
Mark 10:21Ὁ δὲ Ἰησοῦς ἐμβλέψας αὐτῷ ἠγάπησεν αὐτόν, καὶ εἶπεν αὐτῷ, Ἕν ⸂σοι⸃ ὑστερεῖ· ὕπαγε, ὅσα ἔχεις πώλησον, καὶ δὸς ⸆ πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανῷ· καὶ δεῦρο, ἀκολούθει μοι, ⸋ἄρας τὸν σταυρόν.⸌
Luke 13:24Ἀγωνίζεσθε εἰσελθεῖν διὰ τῆς στενῆς ⸂πύλης·⸃ ὅτι πολλοί, λέγω ὑμῖν, ζητήσουσιν εἰσελθεῖν, καὶ οὐκ ἰσχύσουσιν.