Matthew 18:8
Εἰ δὲ ἡ χείρ σου ἢ ὁ πούς σου σκανδαλίζει σε, ἔκκοψον ⸂αὐτὰ⸃ καὶ βάλε ἀπὸ σοῦ· καλόν σοι ἐστὶν εἰσελθεῖν εἰς τὴν ζωὴν ⸉χωλὸν ἢ κυλλόν,⸊ ἢ δύο χεῖρας ἢ δύο πόδας ἔχοντα βληθῆναι εἰς τὸ πῦρ τὸ αἰώνιον.
Η Καινή Διαθήκη
In The King James Version
In Context
Cross References
Matthew 5:29Εἰ δὲ ὁ ὀφθαλμός σου ὁ δεξιὸς σκανδαλίζει σε, ἔξελε αὐτὸν καὶ βάλε ἀπὸ σοῦ· συμφέρει γάρ σοι ἵνα ἀπόληται ἓν τῶν μελῶν σου, καὶ μὴ ὅλον τὸ σῶμά σου βληθῇ εἰς γέενναν.
Matthew 15:30Καὶ προσῆλθον αὐτῷ ὄχλοι πολλοί, ἔχοντες μεθ᾽ ἑαυτῶν ⸉χωλούς, τυφλούς, κωφούς, κυλλούς,⸊ καὶ ἑτέρους πολλούς, καὶ ἔρριψαν αὐτοὺς παρὰ τοὺς πόδας ⸂τοῦ Ἰησοῦ⸃ καὶ ἐθεράπευσεν αὐτούς·
Matthew 25:46Καὶ ἀπελεύσονται οὗτοι εἰς κόλασιν αἰώνιον· οἱ δὲ δίκαιοι εἰς ζωὴν αἰώνιον.
Luke 14:26Εἴ τις ἔρχεται πρός με, καὶ οὐ μισεῖ τὸν πατέρα ⸂αὐτοῦ,⸃ καὶ τὴν μητέρα, καὶ τὴν γυναῖκα, καὶ τὰ τέκνα, καὶ τοὺς ἀδελφούς, καὶ τὰς ἀδελφάς, ἔτι ⸂ 2δὲ⸃ καὶ τὴν ⸉ἑαυτοῦ ψυχήν,⸊ οὐ δύναταί ⸉ 2μου μαθητὴς εἶναι.⸊