Matthew 5:29
Εἰ δὲ ὁ ὀφθαλμός σου ὁ δεξιὸς σκανδαλίζει σε, ἔξελε αὐτὸν καὶ βάλε ἀπὸ σοῦ· συμφέρει γάρ σοι ἵνα ἀπόληται ἓν τῶν μελῶν σου, καὶ μὴ ὅλον τὸ σῶμά σου βληθῇ εἰς γέενναν.
Η Καινή Διαθήκη
In The King James Version
In Context
Cross References
Matthew 10:28Καὶ μὴ ⸂φοβεῖσθε⸃ ἀπὸ τῶν ἀποκτενόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι· ⸂ 2φοβήθητε⸃ δὲ μᾶλλον τὸν δυνάμενον ⸂ 3καὶ τὴν ψυχὴν καὶ τὸ σῶμα⸃ ἀπολέσαι ἐν γεέννῃ.
Matthew 18:8Εἰ δὲ ἡ χείρ σου ἢ ὁ πούς σου σκανδαλίζει σε, ἔκκοψον ⸂αὐτὰ⸃ καὶ βάλε ἀπὸ σοῦ· καλόν σοι ἐστὶν εἰσελθεῖν εἰς τὴν ζωὴν ⸉χωλὸν ἢ κυλλόν,⸊ ἢ δύο χεῖρας ἢ δύο πόδας ἔχοντα βληθῆναι εἰς τὸ πῦρ τὸ αἰώνιον.
Matthew 23:15Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι, ὑποκριταί, ὅτι περιάγετε τὴν θάλασσαν καὶ τὴν ξηρὰν ποιῆσαι ἕνα προσήλυτον, καὶ ὅταν γένηται, ποιεῖτε αὐτὸν υἱὸν γεέννης διπλότερον ὑμῶν.
Mark 8:36Τί γὰρ ⸂ὠφελήσει⸃ ⸆ ἄνθρωπον, ⸂ 2ἐὰν κερδήσῃ⸃ τὸν κόσμον ὅλον, καὶ ⸂ 3ζημιωθῇ⸃ τὴν ψυχὴν αὐτοῦ;
Luke 9:24Ὃς γὰρ ⸂ἐὰν⸃ θέλῃ τὴν ψυχὴν αὐτοῦ σῶσαι, ἀπολέσει αὐτήν· ὃς δ᾽ ἂν ἀπολέσῃ τὴν ψυχὴν αὐτοῦ ἕνεκεν ἐμοῦ, οὗτος σώσει αὐτήν.