Matthew 8:13
Καὶ εἶπεν ὁ Ἰησοῦς τῷ ἑκατοντάρχῃ, Ὕπαγε, ⸋καὶ⸌ ὡς ἐπίστευσας γενηθήτω σοι. Καὶ ἰάθη ὁ παῖς ⸋ 2αὐτοῦ⸌ ἐν τῇ ὥρᾳ ἐκείνῃ.
Η Καινή Διαθήκη
In The King James Version
In Context
14Καὶ ἐλθὼν ὁ Ἰησοῦς εἰς τὴν οἰκίαν Πέτρου, εἶδεν τὴν πενθερὰν αὐτοῦ βεβλημένην καὶ πυρέσσουσαν,
Cross References
Matthew 8:4Καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς, Ὅρα μηδενὶ εἴπῃς· ἀλλὰ ὕπαγε, σεαυτὸν δεῖξον τῷ ἱερεῖ, καὶ ⸂προσένεγκε⸃ τὸ δῶρον ὃ προσέταξεν Μωσῆς, εἰς μαρτύριον αὐτοῖς.
Matthew 9:29Τότε ἥψατο τῶν ὀφθαλμῶν αὐτῶν, λέγων, Κατὰ τὴν πίστιν ὑμῶν γενηθήτω ὑμῖν.
Matthew 17:20⸂Ὁ δὲ Ἰησοῦς⸃ ⸂ 2εἶπεν⸃ αὐτοῖς, Διὰ τὴν ⸂ 3ἀπιστίαν⸃ ὑμῶν. Ἀμὴν γὰρ λέγω ὑμῖν, ἐὰν ἔχητε πίστιν ὡς κόκκον σινάπεως, ἐρεῖτε τῷ ὄρει τούτῳ, ⸂ 4Μετάβηθι ⸂ 5ἐντεῦθεν⸃⸃ ἐκεῖ, καὶ μεταβήσεται· καὶ οὐδὲν ἀδυνατήσει ὑμῖν.
Mark 9:23Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ, Τὸ εἰ ⸂δύνασαι⸃ ⸋πιστεῦσαι,⸌ πάντα δυνατὰ τῷ πιστεύοντι.
John 4:52Ἐπύθετο οὖν ⸉παρ᾽ αὐτῶν τὴν ὥραν⸊ ἐν ᾗ κομψότερον ἔσχεν. ⸂Καὶ εἶπον⸃ αὐτῷ ὅτι Χθὲς ὥραν ἑβδόμην ἀφῆκεν αὐτὸν ὁ πυρετός.