Jeremiah 34:16
Ὑμῖν, καὶ παντὶ τῷ λαῷ τούτῳ, καὶ τοῖς ἱερεῦσιν ἐλάλησα, λέγων, οὕτως εἶπε Κύριος, μὴ ἀκούετε τῶν λόγων τῶν προφητῶν, τῶν προφητευόντων ὑμῖν, λεγόντων, ἰδοὺ σκεύη οἴκου Κυρίου ἐπιστρέψει ἐκ Βαβυλῶνος· ὅτι ἄδικα αὐτοὶ προφητεύουσιν ὑμῖν. Οὐκ ἀπέστειλα αὐτούς.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
Cross References
Exodus 20:7Οὐ λήψῃ τὸ ὄνομα Κυρίου τοῦ Θεοῦ σου ἐπὶ ματαίῳ· οὐ γὰρ μὴ καθαρίσῃ Κύριος ὁ Θεός σου τὸν λαμβάνοντα τὸ ὄνομα αὐτοῦ ἐπὶ ματαίῳ.
1 Samuel 15:11παρακέκλημαι ὅτι ἐβασίλευσα τὸν Σαοὺλ εἰς βασιλέα, ὅτι ἀπέστρεψεν ἀπὸ ὄπισθέ μου, καὶ τοὺς λόγους μου οὐκ ἐτήρησε· καὶ ἠθύμησε Σαμουὴλ, καὶ ἐβόησε πρὸς Κύριον ὅλην τὴν νύκτα.
Ezekiel 3:20Καὶ ἐν τῷ ἀποστρέφειν δίκαιον ἀπὸ τῶν δικαιοσυνῶν αὐτοῦ, καὶ ποιήσει παράπτωμα, καὶ δώσω τὴν βάσανον εἰς πρόσωπον αὐτοῦ, αὐτὸς ἀποθανεῖται, ὅτι οὐ διεστείλω αὐτῷ· καὶ ἐν ταῖς ἁμαρτίαις αὐτοῦ ἀποθανεῖται, διότι οὐ μὴ μνησθῶσιν αἱ δικαιοσύναι αὐτοῦ, καὶ τὸ αἷμα αὐτοῦ ἐκ τῆς χειρός σου ἐκζητήσω.
Ezekiel 18:24Ἐν δὲ τῶ ἀποστρέψαι δίκαιον ἐκ τῆς δικαιοσύνης αὐτοῦ, καὶ ποιῆσαι ἀδικίαν κατὰ πάσας τὰς ἀνομίας ἃς ἐποίησεν ὁ ἄνομος, πᾶσαι αἱ δικαιοσύναι αὐτοῦ ἃς ἐποίησεν, οὐ μὴ μνησθῶσιν· ἐν τῷ παραπτώματι αὐτοῦ ᾧ παρέπεσε, καὶ ἐν ταῖς ἁμαρτίαις αὐτοῦ αἷς ἥμαρτεν, ἐν αὐταῖς ἀποθανεῖται.
Ezekiel 33:12Εἰπὸν πρὸς τοὺς υἱοὺς τοῦ λαοῦ σου, δικαιοσύνη δικαίου οὐ μὴ ἐξελεῖται αὐτὸν, ἐν ᾗ ἂν ἡμέρᾳ πλανηθῇ· καὶ ἀνομία ἀσεβοῦς οὐ μὴ κακώσῃ αὐτὸν, ἐν ᾗ ἂν ἡμέρᾳ ἀποστρέψῃ ἀπὸ τῆς ἀνομίας αὐτοῦ· καὶ δίκαιος οὐ μὴ δύνηται σωθῆναι.
Malachi 1:7Προσάγοντες πρὸς τὸ θυσιαστήριόν μου ἄρτους ἠλισγημένους, καὶ εἴπατε, ἐν τίνι ἠλισγήσαμεν αὐτούς; ἐν τῷ λέγειν ὑμᾶς, τράπεζα Κυρίου ἠλισγημένη ἐστί, καὶ τὰ ἐπιτιθέμενα ἐξουδενώσατε.